Book 1
26.169
καθάπερ οὖν τὴν ποιμενικὴν τὸ τῶν προβάτων προνοεῖν φαμεν, οὕτω γὰρ ὁ ἀγαθὸς ποιμὴν τὴν ψυχὴν τίθησιν ὑπὲρ τῶν προβάτων, οὕτω γε καὶ τὴν νομοθετικὴν τὸ τὴν ἀνθρώπων ἀρετὴν κατασκευάζειν ἐροῦμεν, τὸ ἀνθρώπινον κατὰ δύναμιν ἀγαθὸν ἀναζωπυροῦσαν, ἐπιστατικὴν οὖσαν καὶ κηδεμονικὴν τῆς ἀνθρώπων ἀφίλης. εἰ δὲ ἡ ποίμνη ἡ ἀλληγορουμένη πρὸς τοῦ κυρίου οὐδὲν ἄλλο ἢ ἀγέλη τις ἀνθρώπων ἐστίν, ὁ αὐτὸς ἔσται ποιμήν τε καὶ νομοθέτης ἀγαθὸς μιᾶς τῆς ἀγέλης τῶν αὐτοῦ ἐπαϊόντων προβάτων, ὁ εἷς κηδεμών, ὁ τὸ ἀπολωλὸς ἐπιζητῶν τε καὶ εὑρίσκων νόμῳ καὶ λόγῳ, εἴ γε ὁ νόμος πνευματικὸς καὶ ἐπὶ τὴν εὐδαιμονίαν ἄγων· ὁ γὰρ πνεύματι ἁγίῳ γενόμενος πνευματικός. οὗτος δὲ ὁ τῷ ὄντι νομοθέτης, ὃς οὐ μόνον ἐπαγγέλλεται τὰ ἀγαθά τε καὶ καλά, ἀλλὰ καὶ ἐπίσταται. τούτου καὶ ὁ νόμος τοῦ τὴν ἐπιστήμην ἔχοντος τὸ σωτήριον πρόσταγμα, μᾶλλον δὲ ἐπιστήμης πρόσταγμα ὁ νόμος, δύναμις γὰρ καὶ σοφία ὁ λόγος τοῦ θεοῦ. νόμων τε αὖ ἐξηγητὴς οὗτος αὐτός, δἰ οὗ ὁ νόμος ἐδόθη, ὁ πρῶτος ἐξηγητὴς τῶν θείων προσταγμάτων, ὁ τὸν κόλπον τοῦ πατρός ἐξηγούμενος υἱὸς μονογενής.