Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

24.160 Ἰδέαις δὲ ἐνέχεται τὸ στρατήγημα τρισίν, ἀσφαλεῖ, παραβόλῳ καὶ τῷ ἐκ τούτων μικτῷ· συντίθεται δὲ τούτων ἕκαστον ἐκ τριῶν, ἢ διὰ λόγου ἢ δἰ ἔργων ἢ καὶ δἰ ἀμφοτέρων ἅμα τούτων. ταῦτα δὲ ὑπάρξει πάντα ἐπιτελεῖν ἢ πείθοντας ἢ βιαζομένους ἢ ἀδικοῦντας ἐν τῷ ἀμύνασθαι, οἷς ἐμπεριέχεται ἢ τὰ δίκαια ποιοῦντας ἢ ψευδομένους ἢ ἀληθεύοντας, ἢ καὶ τούτων ἅμα τισὶ χρωμένους κατὰ τὸν αὐτὸν καιρόν. ταῦτα δὲ σύμπαντα καὶ τὸ πῶς δεῖ χρῆσθαι τούτων ἑκάστῳ παρὰ Μωυσέως λαβόντες Ἕλληνες ὠφέληνται. τύπου δὲ ἕνεκεν ἑνὸς ἢ καὶ δευτέρου ἐπιμνησθήσομαι παραδείγματος στρατηγικοῦ. Μωυσῆς τὸν λαὸν ἐξαγαγὼν ὑποπτεύσας ἐπιδιώξειν τοὺς Αἰγυπτίους τὴν ὀλίγην καὶ σύντομον ἀπολιπὼν ὁδὸν ἐπὶ τὴν ἔρημον ἐτρέπετο καὶ νύκτωρ τὰ πολλὰ τῇ πορείᾳ ἐκέχρητο. ἑτέρα γὰρ ἦν οἰκονομία, καθ’ ἣν ἐπαιδεύοντο Ἑβραῖοι δἰ ἐρημίας πολλῆς καὶ χρόνου μακροῦ, εἰς μόνον τὸ πιστεύειν τὸν θεὸν εἶναι δἰ ὑπομονῆς ἐθιζόμενοι σώφρονος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme