Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

23.156 ἔπειτα τὴν διαμάχην τοῦ θ’ Ἑβραίου καὶ τοῦ Αἰγυπτίου διηγησάμενος καὶ τὴν ταφὴν τὴν ἐν τῇ ψάμμῳ τοῦ Αἰγυπτίου, ἐπὶ τῆς ἑτέρας μάχης φησὶν οὕτως· τί τύπτεις ἀσθενέστερον σέθεν; ὃ δ’ εἶπεν· ἡμῖν τίς σ’ ἀπέστειλεν κριτὴν ἢπιστάτην ἐνταῦθα; μὴ κτενεῖς δέ με ὥσπερ τὸν ἐχθὲς ἄνδρα; καὶ δείσας ἐγὼ ἔλεξα· πῶς ἐγένετο συμφανὲς τόδε; φεύγει δὴ ἐντεῦθεν καὶ ποιμαίνει πρόβατα προδιδασκόμενος εἰς ἡγεμονίαν ποιμενικῇ· προγυμνασία γὰρ βασιλείας τῷ μέλλοντι τῆς ἡμερωτάτης τῶν ἀνθρώπων ἐπιστατεῖν ἀγέλης ἡ ποιμενικὴ καθάπερ καὶ τοῖς πολεμικοῖς τῇ φύσει ἡ θηρευτική. ἄγει δὲ αὐτὸν ἐντεῦθεν ὁ θεὸς ἐπὶ τὴν τῶν Ἑβραίων στρατηγίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme