Book 1
23.153
δῆλον οὖν ὡς ἐν τῷ ἔμπροσθεν χρόνῳ περιτμηθέντι τῷ παιδίῳ οἱ γονεῖς ἔθεντο ὄνομά τι, ἐκαλεῖτο δὲ Ἰωακείμ. ἔσχεν δὲ καὶ τρίτον ὄνομα ἐν οὐρανῷ μετὰ τὴν ἀνάληψιν, ὥς φασιν οἱ μύσται, Μελχί. ἐν δὲ ἡλικίᾳ γενόμενος ἀριθμητικήν τε καὶ γεωμετρίαν ῥυθμικήν τε καὶ ἁρμονικὴν ἔτι τε μετρικὴν ἅμα καὶ μουσικὴν παρὰ τοῖς διαπρέπουσιν Αἰγυπτίων ἐδιδάσκετο καὶ προσέτι τὴν διὰ συμβόλων φιλοσοφίαν, ἣν ἐν τοῖς ἱερογλυφικοῖς γράμμασιν ἐπιδείκνυνται. τὴν δὲ ἄλλην ἐγκύκλιον παιδείαν Ἕλληνες ἐδίδασκον ἐν Αἰγύπτῳ, ὡς ἂν βασιλικὸν παιδίον, ᾗ φησι Φίλων ἐν τῷ Μωυσέως βίῳ, προσεμάνθανε δὲ τὰ Ἀσσυρίων γράμματα καὶ τὴν τῶν οὐρανίων ἐπιστήμην παρά τε Χαλδαίων παρά τε Αἰγυπτίων, ὅθεν ἐν ταῖς Πράξεσι πᾶσαν σοφίαν Αἰγυπτίων πεπαιδεῦσθαι φέρεται. Εὐπόλεμος δὲ ἐν τῷ περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ βασιλέων τὸν Μωυσῆ φησι πρῶτον σοφὸν γενέσθαι καὶ γραμματικὴν πρῶτον τοῖς Ἰουδαίοις παραδοῦναι καὶ παρὰ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοινίκων. εἰς δὲ τὴν ἀνδρῶν φύσιν ᾄξας ἐπέτεινε τὴν φρόνησιν, τὴν συγγενικὴν καὶ προγονικὴν ζηλώσας παιδείαν, ἄχρι καὶ τὸν Αἰγύπτιον τὸν τῷ Ἑβραίῳ ἀδίκως ἐπιθέμενον πατάξας ἀποκτεῖναι.