Book 1
21.128
Συνάγονται οὖν καὶ τῶν Περσῶν οἱ χρόνοι οὕτως· Κῦρος ἔτη τριάκοντα, Καμβύσης δεκαεννέα, Δαρεῖος ἓξ καὶ τεσσαράκοντα, Ξέρξης ἓξ καὶ εἴκοσι, Ἀρταξέρξης ἓν καὶ τεσσαράκοντα, Δαρεῖος ὀκτώ, Ἀρταξέρξης τεσσαράκοντα δύο, Ὦχος η΄, Ἀρσὴς τρία. συνάγεται ἐπὶ τὸ αὐτὸ τῶν Περσικῶν ἔτη διακόσια τριάκοντα πέντε. καθελὼν δὲ τὸν Δαρεῖον τοῦτον Ἀλέξανδρος ὁ Μακεδὼν κατὰ τὰ προκείμενα ἔτη βασιλεύειν ἄρχεται. ὁμοίως οὖν καὶ τῶν Μακεδονικῶν βασιλέων οἱ χρόνοι οὕτω κατάγονται. Ἀλέξανδρος ἔτη δεκαοκτώ, Πτολεμαῖος ὁ Λάγου ἔτη τεσσαράκοντα, Πτολεμαῖος ὁ Φιλάδελφος ἔτη εἴκοσι ἑπτά, εἶτα ὁ Εὐεργέτης ἔτη πέντε καὶ εἴκοσι, εἶτα ὁ Φιλοπάτωρ ἔτη ἑπτακαίδεκα, μεθ’ ὃν ὁ Ἐπιφανὴς ἔτη τέσσαρα καὶ εἴκοσι· τοῦτον διαδέχεται ὁ Φιλομήτωρ καὶ βασιλεύει ἔτη πέντε καὶ τριάκοντα, μεθ’ ὃν ὁ Φύσκων ἔτη ἐννέα καὶ εἴκοσι, εἶτα ὁ Λάθουρος ἔτη ἓξ καὶ τριάκοντα, εἶτα ὁ ἐπικληθεὶς Διόνυσος ἔτη ἐννέα καὶ εἴκοσι.