Book 1
21.126
Ὅτι μὲν οὖν ἐν ἑπτὰ ἑβδομάσιν ᾠκοδομήθη ὁ ναός, τοῦτο φανερόν ἐστι· καὶ γὰρ ἐν τῷ Ἔσδρᾳ γέγραπται, καὶ οὕτως ἐγένετο χριστὸς βασιλεὺς Ἰουδαίων ἡγούμενος πληρουμένων τῶν ἑπτὰ ἑβδομάδων ἐν Ἱερουσαλήμ, καὶ ἐν ταῖς ἑξήκοντα δύο ἑβδομάσιν ἡσύχασεν ἅπασα ἡ Ἰουδαία καὶ ἐγένετο ἄνευ πολέμων, καὶ ὁ κύριος ἡμῶν Χριστός, ἅγιος τῶν ἁγίων, ἐλθὼν καὶ πληρώσας τὴν ὅρασιν καὶ τὸν προφήτην ἐχρίσθη τὴν σάρκα τῷ τοῦ πατρὸς αὐτοῦ πνεύματι ἐν ταύταις ταῖς ἑξήκοντα δύο ἑβδομάσι, καθὼς εἶπεν ὁ προφήτης. καὶ ἐν τῇ μιᾷ ἑβδομάδι, ἧς ἑβδομάδος τὸ ἥμισυ κατέσχεν Νέρων βασιλεύων καὶ ἐν τῇ ἁγίᾳ πόλει Ἱερουσαλὴμ ἔστησεν τὸ βδέλυγμα, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀνῃρέθη καὶ αὐτὸς καὶ Ὄθων καὶ Γάλβας καὶ Οὐιτέλλιος, Οὐεσπεσιανὸς δὲ ἐκράτησε καὶ καθεῖλεν τὴν Ἱερουσαλὴμ καὶ τὸ ἅγιον ἠρήμωσεν. καὶ ὡς ταῦθ’ οὕτως ἔχει, τῷ γε συνιέναι δυναμένῳ δῆλον καθ’ ἃ καὶ ὁ προφήτης εἴρηκεν.