Thesauros Literature theology Στρώματα

Στρώματα

Στρώματα Clement of Alexandria, Saint approximately 150-approximately 215

Book 1

21.121 Ἰωσίαν διαδέχεται Ἰεχωνίας, ὁ καὶ Ἰωάχας, ὁ υἱὸς αὐτοῦ μῆνας τρεῖς καὶ ἡμέρας δέκα. τοῦτον Νεχαὼ βασιλεὺς Αἰγύπτου δήσας ἀπήγαγεν εἰς Αἴγυπτον, καταστήσας ἀντ’ αὐτοῦ βασιλέα τὸν ἀδελφὸν αὐτοῦ Ἰωακεὶμ ἐπὶ φόρῳ τῆς γῆς ἔτη ἕνδεκα. μετὰ τοῦτον ὁ ὁμώνυμος αὐτοῦ Ἰωακεὶμ τρίμηνον βασιλεύει, εἶτα Σεδεκίας ἔτη ἕνδεκα. καὶ μέχρι τούτου προφητεύων διατείνει Ἱερεμίας, προφητεύουσι δὲ καὶ Βουζὶ καὶ Οὐρίας ὁ υἱὸς Σαμαίου καὶ Ἀμβακοὺμ σὺν αὐτῷ, καὶ τέλος ἔχει τὰ τῶν Ἑβραϊκῶν βασιλέων. γίνονται οὐν ἀπὸ μὲν τῆς Μωυσέως γενέσεως ἕως τῆς μετοικεσίας ταύτης ἔτη, ὡς μέν τινες, ἐννακόσια ἑβδομήκοντα δύο, κατὰ δὲ τὴν ἀκριβῆ χρονογραφίαν χίλια ὀγδοήκοντα πέντε μῆνες ἕξ ἡμέραι δέκα· ἀπὸ δὲ τῆς Δαβὶδ βασιλείας ἕως τῆς αἰχμαλωσίας τῆς ὑπὸ Χαλδαίων γενομένης ἔτη τετρακόσια πεντήκοντα δύο μῆνες ἕξ, ὡς δὲ ἡ καθ’ ἡμᾶς τῶν χρόνων ἀκρίβεια συνάγει, ἔτη τετρακόσια ὀγδοήκοντα δύο μῆνες ἓξ ἡμέραι δέκα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme