2
Ἀλλ’ οἱ μὲν ἄρρενες αὐτοῖς τῶν θεῶν ἴσως μόνοι ᾅττουσι περὶ τὰ ἀφροδίσια· θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη, φησὶν Ὅμηρος, αἰδούμεναι αἱ θεαὶ αἱ θεαὶ Valckenaer: Stählin. διὰ σεμνότητα Ἀφροδίτην ἰδεῖν μεμοιχευμένην. αἱ δὲ ἀκολασταίνουσιν ἐμπαθέστερον ἐν τῇ μοιχείᾳ δεδεμέναι, Ἠὼς ἐπὶ Τιθωνῷ, Σελήνη δ’ ἐπὶ δʼ ἐπὶ inserted by Wilamowitz. Ἐνδυμίωνι, Νηρηῒς ἐπὶ Αἰακῷ καὶ ἐπὶ Πηλεῖ Θέτις, ἐπὶ δὲ ἸασίωνιἸασίωνι Sylburg. ἰάσωνι MSS. Δημήτηρ καὶ ἐπὶ Ἀδώνιδι Φερέφαττα. Ἀφροδίτη δὲ ἐπ’ Ἄρει κατῃσχυμμένη μετῆλθεν ἐπὶ Κινύραν καὶ Ἀγχίσην ἔγημεν καὶ Φαέθοντα ἐλόχα καὶ ἤρα Ἀδώνιδος, ἐφιλονείκει δὲ τῇ βοώπιδι καὶ ἀποδυσάμεναι διὰ μῆλον αἱ θεαὶ γυμναὶ προσεῖχον τῷ ποιμένι, εἴ τις αὐτῶν δόξει καλή.