Thesauros Literature satire Ποδάγρα

Ποδάγρα

Ποδάγρα Lucian of Samosata

urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2

 
Πόδαγρος, Χόρος, Ποδάγρα, Ἄγγελος, Ἰατροὶ, Βάσανοι
Πόδαγρος
ὦ στυγνὸν οὔνομʼ, ὦ θεοῖς στυγούμενον,
 
ποδάγρα, πολυστένακτε, Κωκυτοῦ τέκνον,
 
ἣν Ταρτάρου κευθμῶσιν ἐν βαθυσκίοις
 
Μέγαιρʼ Ἐρινὺς γαστρὸς ἐξεγείνατο
 
μαζοῖσί τʼ ἐξέθρεψε, καὶ πικρῷ βρέφει 5
 
εἰς χεῖλος ἐστάλαξεν Ἀλληκτὼ γάλα,
 
τίς τὴν δυσώνυμόν σε δαιμόνων ἄρα
 
εἰς φῶς ἀνῆκεν; ἦλθες ἀνθρώποις βλάβος.
 
εἰ γὰρ τεθνῶσιν ἀμπλακημάτων τίσις
 
βροτοῖς ὀπηδεῖ τῶν ἔδρασαν ἐν φάει, 10
 
οὐ Τάνταλον ποτοῖσιν, οὐδʼ Ἰξίονα
 
τροχῷ στροβητόν, οὐδὲ Σίσυφον πέτρῳ
 
ἔδει κολάζειν ἐν δόμοισι Πλουτέως,
 
ἁπλῶς δὲ πάντας τοὺς κακῶς δεδρακότας
 
τοῖς σοῖς προσάπτειν ἀρθροκηδέσιν πόνοις, 15
 
ὥς μου τὸ λυπρὸν καὶ ταλαίπωρον δέμας
 
χειρῶν ἀπʼ ἄκρων εἰς ἄκρας ποδῶν βάσεις
 
ἰχῶρι φαύλῳ καὶ πικρῷ χυμῷ χολῆς
 
πνεύματι βιαίῳ τόδε διασφίγγον πόρους
urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2 · 1 / 1 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme