Thesauros Literature satire Ποδάγρα

Ποδάγρα

Ποδάγρα Lucian of Samosata

urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2

Ποδάγρα
χράμβης ἀπέφθου φύλλα, γύψον ἔκ Πάρου, 160
 
σπυράθους ὀρείας αἰγός, ἀνθρώπου κόπρον,
 
ἄλευρα κυάμων, ἄνθος ᾿Ασσίου λίθου·
 
ἕψουσι φρύνους, μυγαλᾶς, σαύρας, γαλᾶς,
 
βατράχους, ὑαίνας, τραγελάφους, ἀλώπεκας.
 
ποῖον μέταλλον οὐ πεπείρασται βροτοῖς; 165
 
τίς οὐχὶ χυλός; ποῖον οὐ δένδρου δάχρυ;
 
ξῴων ἁπάντων ὀστά, νεῦρα, δέρματα,
 
στέαρ, αἷμα. μυελός, οὖρον, ἀπόπατος, γάλα.
 
πίνουσιν οἱ μὲν τὸ διὰ τεσσάρων ἄκος,
 
οἱ δὲ τὸ δι᾿ ὀχτώ, τὸ δὲ δι᾿ ἑπτὰ πλείονες. 170
 
ἄλλος δὲ πίνων τὴν ἱερὰν καθαίρεται,
 
ἄλλος ἐπαοιδαῖς ἐπιθετῶν ἐμπαίζεται,
 
Ἰουδαῖος ἕτερον μωρὸν ἐξᾴδει λαβών.
 
ὁ δὲ θεραπείαν ἔλαβε παρὰ τῆς Κυρράνης.
 
ἐγὼ δὲ τούτοις πᾶσιν οἰμώξειν λέγω 175
 
καὶ τοῖς ποιοῦσι ταῦτα καὶ πειρῶσί με
 
εἴωθ’ ἀπαντᾶν μᾶλλον ὀργιλωτέρα·
 
τοῖσι δὲ φρονοῦσι μηδὲν ἀντίξουν ἐμοὶ
 
ἤπιον ἔχω νοῦν εὐμενής τε γίνομαι.
← Önceki bölüm urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2 · 1 / 1 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme