Thesauros Literature satire Ποδάγρα

Ποδάγρα

Ποδάγρα Lucian of Samosata

urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2

Πόδαγρος
τίνες ποθ’ ἡμῖν, ὦ ξένοι, βεβήκατε; 80
 
αὐδᾶτε καὶ πρόεσθε νημερτῆ λόγον.
 
τίς δ’ ἔστιν, ἣν ὑμνεῖτε, λέξατ’, ὦ φίλοι.
Χόρος
Σὺ δ’ ὢν τίς ἡμᾶς καὶ τίνων προσεννέπεις;
 
ὡς γάρ σε βάκτρον καὶ βάσις μηνύετον,
 
μύστην ὁρῶμεν τῆς ἀνικήτου θεᾶς. 85
Πόδαγρος
Εἶς εἰμι κἀγὼ τῆς θεᾶς ἐπάξιος;
Χόρος
Τὰν μὲν Κυπρίαν Ἀφροδίταν
 
σταγόνων προπεσοῦσαν ἀπ’ αἰθέρος
 
ἀνεθρέψατο χόσμιον ἁρμογὰν
 
ἁλίοις ἐνὶ κύμασι Νηρεύς. 90
 
τὰν δ’ Ὠχεανοῦ παρὰ παγαῖς
 
Ζανὸς παράκοιτιν Ὀλυμπίου
 
λευκώλενον εὐρέσι κόλποις
 
Ἥραν ἐτιθήνατο Τηθύς.
 
κορυφαῖσι δὲ κρατὸς ἐν ἀφθίτου 95
 
ἐλόχευσε κόρας ἄτρομον φυὰν
 
Κρονίδας, μέγ’ ἄριστος Ὀλυμπίων,
 
τὰν ἐγρεκύδοιμον ᾿Αθάναν.
 
τὰν δ’ ἁμετέραν θεὸν ὀλβίαν
← Önceki bölüm urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2 · 1 / 1 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme