Thesauros Literature satire Ποδάγρα

Ποδάγρα

Ποδάγρα Lucian of Samosata

urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2

Χόρος
Ἄρει κρέκουσα θούρῳ 40
 
πολεμηίαν ἀϋτήν.
 
ἡμεῖς δὲ σοί, Ποδάγρα,
 
πρώταις ἔαρος ἐν ὥραις
 
μύσται τελοῦμεν οἴκτους,
 
ὅτε πᾶς χλοητόκοισι 45
 
ποίαις τέθηλε λειμών,
 
Ζεφύρου δὲ δένδρα πνοιαῖς
 
ἁπαλοῖς κομᾷ πετήλοις,
 
ἁ δύσγαμος κατʼ οἴκους
 
μερόπων θροεῖ χελιδών, 50
 
καὶ νυκτέροις καθʼ ὕλαν
 
τὸν Ἴτυν στένει δακρύουσʼ
 
Ἀτθὶς γόοις ἀηδών.
Πόδαγρος
ὤμοι πόνων ἀρωγόν, ὦ τρίτου ποδὸς
 
μοῖραν λελογχὸς βάκτρον, ἐξέρειδέ μου 55
 
βάσιν τρέμουσαν καὶ κατίθυνον τρίβον,
 
ἴχνος βέβαιον ὡς ἐπιστήσω πέδῳ.
 
ἔγειρε, τλῆμον, γυῖα δεμνίων ἄπο
 
καὶ λίπε μελάθρων τὴν ὑπώροφον στέγην.
← Önceki bölüm urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2 · 1 / 1 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme