Thesauros Literature satire Ποδάγρα

Ποδάγρα

Ποδάγρα Lucian of Samosata

urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2

Χόρος
οὐ γὰρ ἴσον μακάρων ὀργαῖς θράσος ἐστὶ μερόπων, 320
 
ὡς Διός, ὡς Δητοῦς, ὡς Παλλάδος, ὡς Πυθίου.
 
ἤπιον. ὦ πάνδημε, φέροις ἄλγημα, Ποδάγρα,
 
κοῦφον, ἐλαφρόν, ἄδριμυ, βραχυβλαβές, ἀνώδυνον,
 
εὔφορον, εὔληκτον, ὀλιγοδρανές, εὐπερίπατον.
 
Πολλαὶ μορφαὶ τῶν ἀτυχούντων, 325
 
μελέται δὲ πόνων καὶ τὸ σύνηθες
 
τοὺς ποδαγρῶντας παραμυθείσθω.
 
ὅθεν εὐθύμως, ὦ σύγκληροι,
 
λήσεσθε πόνων,
 
εἰ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, 330
 
τοῖς δ’ ἀδοκήτοις πόρον εὗρε θεός.
 
πᾶς δ’ ἀνεχέσθω τῶν πασχόντων
 
ἐμπαιξόμενος καὶ σκωπτόμενος·
 
τοῖον γὰρ ἔφυ τόδε πρᾶγμα.
← Önceki bölüm urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2 · 1 / 1

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme