Thesauros Literature satire Ποδάγρα

Ποδάγρα

Ποδάγρα Lucian of Samosata

urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2

Ἄγγελος
μύστης γὰρ ὢν σὸς ταχὺ τρέχειν οὐκ ἔσθενον. 240
Ποδάγρα
Οὐκ εἰς μάτην, βέλτιστε, πρᾶξις ἥδε σοι
 
ὀρθὼς πέπρακται. τῇ δὲ σῇ προθυμίᾳ
 
ἴσαισι τιμαῖς ἀντισηκώσω χάριν.
 
ἔστω δέ σοι δώρημα θυμῆρες τόδε,
 
ἑξῆς τριετίας πειράσῃ κούφων πόνων. 245
 
ὑμεῖς δὲ μιαροὶ καὶ θεοῖς ἐχθίστατοι,
 
τίνες πότ’ ὄντες καὶ τίνων πεφυκότες
 
τολμᾶτε Ποδάγρας ἀνθαμιλλᾶσθαι κράτει,
 
τῆς οὐδ’ ὁ Κρονίδας οἶδε νικῆσαι βίαν;
 
λέγετ’, ὦ κάκιστοι· καὶ γὰρ ἡρώων ἐγὼ 250
 
ἐδάμασα πλείστους, ὥς γ’ ἐπίστανται σοφοί.
 
Πρίαμος Ποδάρκης ποδαγρὸς ὢν ἐκλῄξετο·
 
ἔθανε δ’ Ἀχιλλεὺς ποδαγρὸς ὢν ὁ Πηλέως·
 
ὁ Βελλεροφόντης ποδαγρὸς ὢν ἐκαρτέρει·
 
Θηβῶν δυνάστης Οἰδίπους ποδαγρὸς ἦν· 255
 
ἐκ τῶν Πελοπιδῶν ποδαγρὸς ἦν ὁ Πλεισθένης·
 
Ποίαντος υἱὸς ποδαγρὸς ὢν ἦρχε στόλου
 
ἄλλος Ποδάρκης Θεσσαλῶν ἦν ἡγεμών,
 
ὅς, ἐπείπερ ἔπεσε Πρωτεσίλαος ἐν μάχῃ,
← Önceki bölüm urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2 · 1 / 1 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme