Thesauros Literature satire Ποδάγρα

Ποδάγρα

Ποδάγρα Lucian of Samosata

urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2

Χόρος
σφυροπρησιπύρα, μογισαψεδάφα, 200
 
δοιδυκοφόβα, γονυκαυσαγρύπνα,
 
περικονδυλοπωρυφίλα,
 
γονυκαμψεπίκυρτε Ποδάγρα.
Ἄγγελος
Δέσποινα, καιρίῳ γὰρ ἤντησας ποδί,
 
ἄκου’, ἔπος γὰρ οὐκ ἐτώσιον φέρω, 205
 
ἀλλ’ ἔστι πρᾶξις τῶν λόγων συνέμπορος·
 
ἐγὼ γάρ, ὡς ἔταξας, ἠρέμῳ ποδὶ
 
πόλεις ἰχνεύων πάντας ἠρεύνων δόμους
 
μαθεῖν ποθῶν εἴ τις σὸν οὐ τιμᾷ κράτος.
 
καὶ τῶν μὲν ἄλλων εἶδον ἥσυχον φρένα 210
 
νικωμένων, ἄνασσα, σαῖν βίᾳ χεροῖν,
 
δύω δὲ τώδε φῶτε τολμηρὼ θράσει
 
ἐφραξέτην λαοῖσι καὶ κατωμνύτην.
 
ὡς οὐκέτ’ ἔστι σὸν κράτος σεβάσμιον,
 
ἀλλ’ ἔκβολον βροτῶν σε θήσουσιν βίου. 215
 
διόπερ κραταιῷ συνοχμάσας δεσμῷ πόδα
 
πεμπταῖος ἥκω στάδια διανύσας δύο.
Ποδάγρα
Ὡς κραιπνὸς ἔπτης, ἀγγέλων ὤκιστέ μοι.
 
τίνος δὲ καὶ γῆς ὅρια δυσβάτου λιπὼν
← Önceki bölüm urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2 · 1 / 1 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme