Thesauros Literature satire Ποδάγρα

Ποδάγρα

Ποδάγρα Lucian of Samosata

urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2

Ποδάγρα
ὁ γὰρ μεταλαβὼν τῶν ἐμῶν μυστηρίων 180
 
πρῶτον μὲν εὐθὺς εὐστομεῖν διδάσκεται
 
τέρπων ἅπαντας, εὐτραπέλους λέγων λόγους·
 
πᾶσιν δ’ ὁρᾶται μετὰ γέλωτος καὶ κρότου.
 
ὅτ’ ἐπὶ τὰ λουτρὰ φερόμενος βαστάζεται.
 
Ἄτη γάρ, ἣν Ὅμηρος εἶπεν, εἰμ’ ἐγώ, 185
 
βαίνουσ’ ἐπ᾿ ἀνδρῶν κρᾶτα καὶ βάσεις ποδῶν
 
ἁπαλὰς ἔχουσα, παρὰ δὲ τοῖς πολλοῖς βροτῶν
 
Ποδάγρα καλοῦμαι, γινομένη ποδῶν ἄγρα.
 
ἀλλ’ εἶα μύσται πάντες ὀργίων ἐμῶν,
 
γεραίρεθ’ ὕμνοις τὴν ἀνίκητον θεάν. 190
Χόρος
Ἀδαμάντινον ἦθος ἔχουσα κόρα,
 
πουλυσθενές, ὀβριμόθυμε θεά,
 
κλύε σῶν ἱερῶν μερόπων ἐνοπάς.
 
μέγα σὸν κράτος, ὀλβιόφρον Ποδάγρα,
 
τὰν καὶ Διὸς ὠκὺ πέφρικε βέλος, 195
 
τρομέει δέ σε κύμαθ’ ἁλὸς βυθίας,
 
τρομέει βασιλεὺς ἐνέρων Ἀΐδας,
 
ἐπιδεσμοχαρές, κατακλινοβατές,
 
κολυσιδρόμα, βασαναστραγάλα,
← Önceki bölüm urn:cts:greekLit:tlg0062.tlg071.perseus-grc2 · 1 / 1 Sonraki bölüm →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme