Thesauros Literature satire Ψευδοσοφιστής ἢ Σολοικιστής

Ψευδοσοφιστής ἢ Σολοικιστής

Ψευδοσοφιστής ἢ Σολοικιστής Lucian of Samosata

10–12

Λυκῖνος
Καὶ πῶς ἂν εἴη ταὐτὸν τῷ ὑπαλλάττειν τὸ ἐναλλάττειν, εἴπερ τὸ μὲν ἑτέρου πρὸς ἕτερον γίγνεται, τοῦ μὴ ὀρθοῦ πρὸς τὸ ὀρθόν, τὸ δὲ τοῦ μὴ ὄντος πρὸς τὸ ὄν;
Σολοικιστής
Κατέμαθον ὅτι τὸ μὲν ὑπαλλάττειν τὸ μὴ κύριον ἀντὶ τοῦ κυρίου λέγειν ἐστί, τὸ δ’ ἐναλλάττειν ποτὲ μὲν τῷ κυρίῳ, ποτὲ δὲ τῷ μὴ κυρίῳ χρῆσθαι.
Λυκῖνος
Ἔχει τινὰ καὶ ταῦτα κατανόησιν οὐκ ἄχαριν, τὸ δὲ σπουδάζειν πρός τινα τὴν οἰκείαν ὠφέλειαν τοῦ σπουδάζοντος ἐμφαίνει, τὸ δὲ περί τινα τὴν ἐκείνου περὶ ὅν σπουδάζει. καὶ ταῦτα ἴσως μὲν ὑποσυγκέχυται, ἴσως δὲ καὶ ἀκριβοῦται παρά τισί· βέλτιον δὲ τὸ ἀκριβοῦν ἑκάστῳ.
Σολοικιστής
Ὀρθῶς γὰρ λέγεις.
Λυκῖνος
Τό γε μὴν καθέζεσθαι καὶ τὸ κάθισον τοῦ κάθησο ἆρ’ οἶσθ’ ὅτι διενήνοχεν;
Σολοικιστής
Οὐκ οἶδα. τὸ καθέσθητι ἤκουόν σου λεγοντος ὡς ἔστιν ἔκφυλον.
Λυκῖνος
Καὶ ὀρθῶς γε ἤκουσας. ἀλλὰ τὸ κάθισον τοῦ κάθησο διαφέρειν φημί.
Σολοικιστής
Καὶ τῷ ποτ’ ἂν εἴη διαφέρον;
Λυκῖνος
Τῷ τὸ μὲν πρὸς τὸν ἑστῶτα λέγεσθαι τὸ κάθισον, τὸ δὲ πρὸς τὸν καθεζόμενον· ἧσ’, ὦ ξεῖν̓, ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην, ἀντὶ τοῦ μένε καθεζόμενος. πάλιν οὖν εἰρήσθω ὅτι τὸ ταῦτα παραλλάττειν ἁμαρτάνειν ἐστί. τὸ δὲ καθίζω τοῦ ʼκαθέζομαι ἆρά σοι δοκεῖ μικρῷ τινι διαφέρειν; εἴπερ τὸ μὲν καὶ ἕτερον δρῶμεν, τὸ καθίζειν λέγω, τὸ δὲ μόνους ἡμᾶς αὐτοὺς τὸ καθέζεσθαι. 5
Σολοικιστής
Καὶ ταῦτα ἱκανῶς διελήλυθας, καὶ δὴ λέγε· οὕτω γάρ σε δεῖ προδιδάσκειν.
Λυκῖνος
Ἑτέρως γὰρ λέγοντος οὐ κατανοεῖς; οὐκ οἶσθα οἷόν ἐστι ξυγγραφεὺς ἀνήρ;
Σολοικιστής
Πάνυ οἶδα νῦν γέ σου ἀκούσας ταῦτα λέγοντος.
Λυκῖνος
Ἐπεὶ καὶ τὸ καταδουλοῦν σὺ μὲν ἴσως ταὐτὸν τῷ καταδουλοῦσθαι νενόμικας, ἐγὼ δὲ οἶδα διαφορὰν οὐκ ὀλίγην ἔχον.
Σολοικιστής
Τίνα ταύτην; 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme