Thesauros Literature satire Ψευδοσοφιστής ἢ Σολοικιστής

Ψευδοσοφιστής ἢ Σολοικιστής

Ψευδοσοφιστής ἢ Σολοικιστής Lucian of Samosata

6

Λυκῖνος
εἰώθει δὲ καὶ πρὸς τοὺς σολοικίζοντας Ἀττικῶς παίζειν ἀνεπαχθῶς· πρὸς γοῦν τὸν εἰπόντα, Νῶϊ τοῦτο δοκεῖ, Σύ, ἔφη, καὶ νῶϊν ἐρεῖς ὡς ἁμαρτάνομεν. ἑτέρου δὲ σπουδῇ διηγουμένου τι τῶν ἐπιχωρίων καὶ εἰπόντος, Ἡ δὲ τῷ Ἡρακλεῖ μιχθεῖσα, Οὐκ ἄρα, ἔφη, ὁ Ἡρακλῆς ἐμίχθη αὐτῇ; καρῆναι δέ τινος εἰπόντος ὡς δέοιτο, Τί γάρ, ἔφη, σοὶ δεινὸν εἴργασται καὶ ἄξιον ἀτιμίας; καὶ ζυγομαχεῖν δέ τινος εἰπόντος, Πρὸς τὸν ἐχθρόν, εἶπε, ζυγομαχεῖς; ἑτέρου δὲ εἰπόντος βασανίζεσθαι τὸν παῖδα αὐτῷ νοσοῦντα, Ἐπὶ τῷ, ἔφη, ἢ τί βουλομένου τοῦ βασανίζοντος; προκόπτει δέ τινος εἰπόντος ἐν τοῖς μαθήμασιν, Ὁ δὲ Πλάτων, ἔφη, τοῦτο ἐπιδιδόναι καλεῖ. ἐρομένου δέ τινος εἰ μελετήσει ὁ δεῖνα, Πῶς οὖν, ἔφη, ἐμὲ ἐρωτῶν εἰ μελετήσομαι, λέγεις ὅτι ὁ δεῖνα;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme