1–3
ΜΕΛΙΤΤΑ
Ἅπαντα ἐκεῖνα οἴχεται, ὦ Βακχί, καὶ πέμπτην ταύτην ἡμέραν οὐδ’ ἑώρακα ὅλως αὐτόν, ἀλλὰ πίνουσι παρὰ τῷ συνεφήβῳ Παμμένει αὐτός τε καὶ Σιμίχη.
ΒΑΚΧΙΣ
Δεινά, ὦ Μέλιττα, πέπονθας. ἀλλὰ τί καὶ ὑμᾶς διέστησεν; ἔοικε γὰρ οὐ μικρὸν τοῦτ' εἶναι.
ΜΕΛΙΤΤΑ
Τὸ μὲν ὅλον οὐδὲ εἰπεῖν ἔχω· πρῴην δὲ ἀνελθὼν ἐκ Πειραιῶς—κατεληλύθει γάρ, οἶμαι, χρέος ἀπαιτήσων πέμψαντος τοῦ πατρός—οὔτε προσέβλεψεν ἐσελθὼν οὔτε προσήκατο ὡς ἔθος προσδραμοῦσαν, ἀποσεισάμενος δὲ περιπλακῆναι θέλουσαν, Ἄπιθι, φησί, πρὸς τὸν ναύκληρον Ἑρμότιμον ἢ τὰ ἐπὶ τῶν τοίχων γεγραμμένα ἐν Κεραμεικῷ ἀνάγνωθι, ὅπου κατεστηλίτευται ὑμῶν τὰ ὀνόματα. Τίνα Ἑρμότιμον, τίνα, ἔφην, ἢ ποίαν στήλην λέγεις; ὁ δὲ οὐδὲν ἀποκρινάμενος οὐδὲ δειπνήσας ἐκάθευδεν ἀποστραφείς. πόσα οἴει ἐπὶ τούτῳ μεμηχανῆσθαί με περιλαμβάνουσαν, ἐπιστρέφουσαν, φιλοῦσαν ἀπεστραμμένου τὸ μετάφρενον; ὁ δ’ οὐδ’ ὁπωστιοῦν ὑπεμαλάχθη, ἀλλ’ Εἴ μοι, φησίν, ἐπὶ πλέον ἐνοχλήσεις, ὀχλήσειας γ. ἄπειμι ἤδη, εἰ καὶ μέσαι νύκτες εἰσίν.
ΒΑΚΧΙΣ
Ὅμως ᾔδεις τὸν Ἑρμότιμον;
ΜΕΛΙΤΤΑ
Ἀλλά με ἴδοις, ὦ Βακχί, ἀθλιώτερον διάγουσαν ἢ νῦν ἔχω, εἴ τινα ἐγὼ ναύκληρον Ἑρμότιμον οἶδα. πλὴν ἀλλ’ ὁ μὲν ἕωθεν ἀπεληλύθει τοῦ ἀλεκτρυόνος ᾄσαντος εὐθὺς ἀνεγρόμενος, ἐγὼ δὲ ἐμεμνήμην ὅτι κατὰ τοίχου τινὸς ἔλεγε καταγεγράφθαι τοὔνομα ἐν Κεραμεικῷ· ἔπεμψα οὖν Ἀκίδα κατασκεψομένην· ἡ δ’ ἄλλο μὲν οὐδὲν εὗρε, τοῦτο δὲ μόνον ἐπιγεγραμμένον ἐσιόντων ἐπὶ τὰ δεξιὰ πρὸς τῷ Διπύλῳ, Μέλιττα φιλεῖ Ἑρμότιμον, καὶ μικρὸν αὖθις ὑποκάτω, Ὁ ναύκληρος Ἑρμότιμος φιλεῖ Μέλιτταν.