Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

2–3

Μέλιττα
τὸ μὲν ὅλον οὐδὲ εἰπεῖν ἔχω· πρῴην δὲ ἀνελθὼν ἐκ Πειραιῶς — κατεληλύθει γὰρ, οἶμαι, χρέος τι άπαιτήσων πέμψαντος τοῦ πατρός — οὔτε με προσέβλεψεν ἐσελθὼν οὔτε προσήκατο ὡς ἔθος προσδραμοῦσαν, ἀποσεισάμενος δὲ περιπλακῆναι θέλουσαν, Ἄπιθι, φησί, πρὸς τὸν ναύκληρον Ἑρμότιμον ἢ τὰ ἐπὶ τῶν τοίχων γεγραμμένα ἐν τῷ Κεραμεικῷ ἀνάγνωθι, ὅπου κατεστηλίτευται ὑμῶν τὰ ὀνόματα. τίνα Ἑρμότιμον, τίνα, ἔφην, ἢ ποίαν στήλην λέγεις; ὁ δὲ οὐδὲν ἀποκρινάμενος οὐδὲ δειπνήσας ἐκάθευδεν ἀποστραφείς. πόσα οἴει ἐπὶ τούτῳ μεμηχανῆσθαί με περιλαμβάνουσαν ἐπισιρέφουσαν φιλοῦσαν ἀπεστραμμένου τὸ μετάφρενον; ὁ δʼ οὐδʼ ὁπωστιοῦν ὑπεμαλάχθη, ἀλλʼ εἴ μοι, φησίν, ἐπὶ πλέον ἐνοχλήσειας, ἄπειμι ἤδη, εἰ καὶ μέσαι νύκτες εἰσίν.
Βάκχις
ὅμως ᾔδεις τὸν Ἑρμότιμον;
Μέλιττα
ἀλλά με ἴδοις, ὦ Βακχί, ἀθλιώτερον διάγουσαν ἢ νῦν ἔχω, εἴ τινα ἐγὼ ναύκληρον Ἑρμότιμον οἶδα. πλὴν ἀλλʼ ὁ μὲν ἕωθεν ἀπεληλύθει τοῦ ἀλεκτρυόνος εὐθὺς ᾅσαντος ἀνεγρόμενος, ἐγὼ δὲ ἐμεμνήμην ὅτι κατὰ τοίχου τινὸς ἔλεγε καταγεγράφθαι τοὔνομα ἐν Κεραμεικῷ· ἔπεμψα οὖν Ἀκίδα κατασκεψομένην· ἡ δʼ ἄλλο μὲν οὐδὲν εὗρε, τοῦτο δὲ μόνον ἐπιγεγραμμένον ἐσιόντων ἐπὶ τὰ δεξιὰ πρὸς τῷ Διπύλῳ, Μέλιττα φιλεῖ Ἑρμότιμον, καὶ μικρὸν αὖθις ὑποκάτω, Ὁ ναύκληρος Ἑρμότιμος φιλεῖ Μέλιτταν.
Βάκχις
ὢ τῶν περιέργων νεανίσκων. συνίημι γάρ. λυπῆσαί τις θέλων τὸν Χαρῖνον ἐπέγραψε ζηλότυπον ὄντα εἰδώς· ὁ δὲ αὐτίκα ἐπίστευσεν. εἰ δέ που ἴδοιμι αὐτόν, διαλέξομαι. ἄπειρός ἐστι καὶ παῖς ἔτι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme