3–1
ΦΙΛΙΝΝΑ
Οἱ μὲν οὖν ἄλλοι ἐπῄνουν, ὁ Δίφιλος δὲ μόνος ὕπτιον καταβαλὼν ἑαυτὸν ἐς τὴν ὀροφὴν ἀνέβλεπεν, ἄχρις δὴ καμοῦσα ἐπαυσάμην.
ΜΗΤΗΡ
Τὸ φιλῆσαι δὲ τὸν Λαμπρίαν ἀληθὲς ἦν καὶ τὸ μεταβᾶσαν περιπλέκεσθαι αὐτῷ; τί σιγᾷς; οὐκέτι γὰρ ταῦτα συγγνώμης ἄξια.
ΦΙΛΙΝΝΑ
Ἀντιλυπεῖν ἐβουλόμην αὐτόν.
ΜΗΤΗΡ
Εἶτα οὐδὲ συνεκάθευδες, ἀλλὰ καὶ ᾖδες ἐκείνου δακρύοντος; οὐκ αἰσθάνῃ, ὦ θύγατερ, ὅτι πτωχαί ἐσμεν, οὐδὲ μέμνησαι ὅσα παρ' αὐτοῦ ἐλάβομεν ἢ οἷον δὴ τὸν πέρυσι χειμῶνα διηγάγομεν ἄν, εἰ μὴ τοῦτον ἡμῖν ἡ Ἀφροδίτη ἔπεμψε;
5
ΦΙΛΙΝΝΑ
Τί οὖν; ἀνέχωμαι διὰ τοῦτο ὑβριζομένη ὑπ' αὐτοῦ;
ΜΗΤΗΡ
Ὀργίζου μέν, μὴ ἀνθύβριζε δέ. οὐκ οἶσθα ὅτι ὑβριζόμενοι παύονται οἱ ἐρῶντες καὶ ἐπιτιμῶσιν ἑαυτοῖς; σὺ δὲ πάνυ χαλεπὴ ἀεὶ ἀεὶ om. β. τῷ ἀνθρώπῳ γεγένησαι, καὶ ὅρα μὴ κατὰ τὴν παροιμίαν ἀπορρήξωμεν πάνυ τείνουσαι τὸ καλῴδιον.
ΜΕΛΙΤΤΑ
Εἴ τινα οἶσθα, Βακχί, γραῦν, οἷαι πολλαὶ Θετταλαὶ λέγονται ἐπᾴδουσαι καὶ ἐρασμίους ποιοῦσαι, εἰ καὶ πάνυ μισουμένη γυνὴ τυγχάνοι, οὕτως ὄναιο, παραλαβοῦσα ἧκέ μοι· θαἰμάτια θαἰμάτια Mras. conf. Aristophanem: θοἰμάτια codd.. γὰρ καὶ τὰ χρυσία ταῦτα προείμην ἡδέως, εἰ μόνον ἴδοιμι ἐπ' ἐμὲ αὖθις ἀναστρέψαντα Χαρῖνον μισήσαντα Σιμίχην ὡς νῦν ἐμέ.
ΒΑΚΧΙΣ
Τί φῄς; οὐκέτι σύνεστε—ἀλλὰ παρὰ τὴν Σιμίχην, ὦ Μέλιττα, καταλιπὼν οἴχεται Χαρῖνος—δι’ ἣν τοσαύτας ὀργὰς τῶν γονέων ἠνέσχετο οὐ βουληθεὶς τὴν πλουσίαν ἐκείνην γῆμαι πέντε προικὸς τάλαντα, ὡς ἔλεγον, ἐπιφερομένην; πέπυσμαι πέπυσμαι corrector in cod. rec., Mras: πέπεισμαι γβ. γὰρ ταῦτά σου ἀκούσασα.