Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

2

Παρθενίς
ζηλοτυπία τις, ὦ Κοχλί, καὶ ἔρως ἔκτοπος· ἡ Κροκάλη δέ, οἶμαι, δύο τάλαντα αἰτήσασα, εἰ βούλεται μόνος ἔχειν αὐτήν, ἐπεὶ μὴ ἐδίδου ὁ Δεινόμαχος, ἐκεῖνον μὲν ἀπέκλεισεν ἥκοντα προσαράξασά γε αὐτῷ τὰς θύρας, ὡς ἐλέγετο, τὸν Γόργον δὲ Οἰνοέα τινά γεωργὸν εὔπορον ἐκ πολλοῦ ἐρῶντα καὶ χρηστὸν ἄνθρωπον προς2ιεμένη ἔπινε μετʼ αὐτοῦ κἀμὲ παρέλαβεν αὐλήσουσαν παρʼ αὐτοῖς. ἤδη δὲ προχωροῦντος τοῦ πότου ἐγὼ μὲν ὑπέκρεκόν τι τῶν Λυδίων. ὁ γεωργὸς δὲ ἤδη ἀνίστατο ὀρχησόμενος, ἡ Κροκάλη δὲ ἐκρότει, καὶ πάντα ἦν ἡδέα· ἐν τοσούτῳ δὲ κτύπος ἠκούετο καὶ βοὴ καὶ ἡ αὔλειος ἠράσσετο, καὶ μετὰ μικρὸν ἐπεισέπαισαν ὅσον ὀκτὼ νεανίσκοι μάλα καρτεροὶ καὶ ὁ Μεγαρεὺς ἐν αὐτοῖς. εὐθὺς οὖν ἀνετέτραπτο πάντα καὶ ὁ Γόργος, ὥσπερ ἔφην, ἐπαίετο καὶ ἐπατεῖτο χαμαὶ κείμενος· ἡ Κροκάλη δὲ οὐκ οἶδʼ ὅπως ἔφθη ὑπεκφυγοῦσα παρὰ τὴν γείτονα Θεσπιάδα· ἐμὲ δὲ ῥαπίσας ὁ Δεινόμαχος, Ἐκφθείρου, φησί, κατεαγότας μοι τοὺς αὐλοὺς προσρίψας. καὶ νῦν ἀποτρέχω φράσουσα ταῦτα τῷ δεσπότῃ· ἀπέρχεται δὲ καὶ ὁ γεωργὸς ὀψόμενός τινας φίλους τῶν ἀστικῶν, οἳ παραδώσουσι τοῖς πρυτανεῦσι τὸν Μεγαρέα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme