3–4
ΛΥΣΙΑΣ
Φέρειν οὖν ἐθέλεις, ὦ Πυθιάς, Ἰόεσσαν ταύτην τὴν νῦν δακρύουσαν αὐτὸν ἐπιστάντα αὐτῇ ποτε μετὰ νεανίου καθευδούσῃ ἐμοῦ ἀποστάσῃ;
ΠΥΘΙΑΣ
Λυσία, τὸ μὲν ὅλον ἑταίρα ἐστί. πῶς δ’ οὖν κατέλαβες αὐτοὺς συγκαθεύδοντας;
ΛΥΣΙΑΣ
Ἕκτην σχεδὸν ταύτην ἡμέραν, νὴ Δί', ἕκτην γε, δευτέρᾳ ἱσταμένου· τὸ τήμερον δὲ ἑβδόμη ἐστίν. ὁ πατὴρ εἰδὼς ὡς πάλαι ἐρῴην ταυτησὶ τῆς χρηστῆς, ἐνέκλεισέ με παραγγείλας τῷ θυρωρῷ μὴ ἀνοίγειν· ἐγὼ δέ, οὐ γὰρ ἔφερον μὴ οὐχὶ συνεῖναι αὐτῇ, τὸν Δρόμωνα ἐκέλευσα παρακύψαντα παρὰ τὸν θριγκὸν τῆς αὐλῆς, ᾗ ταπεινότατον ἦν, ἀναδέξασθαί με ἐπὶ τὸν νῶτον τῶν νώτων Χ-2 et recc.. · ῥᾷον γὰρ οὕτως ἀναβήσεσθαι ἔμελλον.
5
τί ἂν μακρὰ λέγοιμι; ὑπερέβην, ἦκον, τὴν αὔλειον εὗρον ἀποκεκλεισμένην ἐπιμελῶς· μέσαι γὰρ νύκτες ἦσαν. οὐκ ἔκοψα δ’ οὖν, ἀλλ’ ἐπάρας ἠρέμα τὴν θύραν, ἤδη δὲ καὶ ἄλλοτ' ἐπεποιήκειν αὐτό, παραγαγὼν τὸν στροφέα παρεισῆλθον ἀψοφητί. ἐκάθευδον δὲ πάντες, εἶτα ἐπαφώμενος τοῦ τοίχου ἐφίσταμαι τῇ κλίνῃ.
ΙΟΕΣΣΑ
Τί ἐρεῖς, ὦ Δάματερ; ἀγωνιῶ γάρ.
ΛΥΣΙΑΣ
Ἐπειδὴ δὲ οὐχ ἑώρων τὸ ἆσθμα ἕν, τὸ μὲν πρῶτον ᾤμην τὴν Λυδὴν αὐτῇ συγκαθεύδειν· τὸ δ’ οὐκ ἦν, ὦ Πυθιάς, ἀλλ’ ἐφαψάμενος εὗρον ἀγένειόν τινα πάνυ ἁπαλόν, ἐν χρῷ κεκαρμένον, μύρων καὶ αὐτὸν ἀποπνέοντα. τοῦτο ἰδὼν εἰ μὲν καὶ ξίφος ἔχων ἦλθον, οὐκ ἂν ὤκνησα, εὖ ἴστε. τί γελᾶτε, ὦ Πυθιάς; γέλωτος ἄξια δοκῶ σοι διηγεῖσθαι;
ΙΟΕΣΣΑ
Τοῦτό σε, ὦ Λυσία, λελύπηκεν; ἡ Πυθιὰς αὕτη μοι συνεκάθευδε.
ΠΥΘΙΑΣ
Μὴ λέγε, ὦ Ἰόεσσα, πρὸς αὐτόν.
ΙΟΕΣΣΑ
Τί μὴ λέγω; Πυθιὰς ἦν, φίλτατε, μετακληθεῖσα ὑπ' ἐμοῦ, ὡς ἅμα καθεύδοιμεν· ἐλυπούμην γὰρ σὲ μὴ ἔχουσα.
5