Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

3–4

Λυσ́ιας
φέρειν οὖν ἐθέλεις, ὦ Πυθιάς, Ἰόεσσαν ταύτην τὴν νῦν δακρύουσαν αὐτὸν ἐπιστάντα αὐτῇ ποτε μετὰ νεανίου καθευδούσῃ ἐμοῦ ἀποστάσῃ;
Πυθίας
Λυσία, τὸ μὲν ὅλον ἑταίρα ἐστί. πότε δʼ οὖν κατέλαβες αὐτοὺς συγκαθεύδοντας;
Λυσ́ιας
ἕκτην σχεδὸν ταύτην ἡμέραν, νὴ Δίʼ, ἕκτην γε, δευτέρᾳ ἱσταμένου· τὸ τήμερον δὲ ἑβδόμη ἐστίν. ὁ πατὴρ εἰδὼς ὡς πάλαι ἐρῴην ταυτησὶ τῆς χρηστῆς, ἐνέκλεισέ με παραγγείλας τῷ θυρωρῷ μὴ ἀνοίγειν· ἐγὼ δέ, οὐ γὰρ ἔφερον μὴ οὐχὶ συνεῖναι αὐτῇ, τὸν Δρόμωνα ἐκέλευσα παρακύψαντα παρὰ τὸν θριγκὸν τῆς αὐλῆς, ᾗ ταπεινότατον ἦν, ἀναδέξασθαί με ἐπὶ τῶν νώτων· ῥᾷον γὰρ οὕτως ἀναβήσεσθαι ἔμελλον. τί ἂν μακρὰ λέγοιμι; ὑπερέβην, ἧκον, τὴν αὔλειον εὗρον ἀποκεκλεισμένην ἐπιμελῶς· μέσαι γὰρ νύκτες ἦσαν. οὐκ ἔκοψα δʼ οὖν, ἀλλʼ ἐπάρας ἠρέμα τὴν θύραν, ἤδη δὲ καὶ ἄλλοτʼ ἐπεποιήκειν αὐτό, παραγαγὼν τὸν στροφέα παρεισῆλθον ἀψοφητί. ἐκάθευδον δὲ πάντες, εἶτα ἐπαφώμενος τοῦ τοίχου ἐφίσταμαι τῇ κλίνῃ. 5
Ἰόεσσα
τί ἐρεῖς, ὦ Δάματερ; ἀγωνιῶ γάρ.
Λυσ́ιας
ἐπειδὴ δὲ οὐχ ἑώρων τὸ ᾆσθμα ἕν, τὸ μὲν πρῶτον ᾤμην τὴν Λυδὴν αὐτῇ συγκαθεύδειν· τὸ δʼ οὐκ ἦν, ὦ Πυθιάς, ἀλλʼ ἐφαψάμενος εὗρον ἀγένειόν τινα πάνυ ἁπαλόν, ἐν χρῷ κεκαρμένον, μύρων καὶ αὐτὸν ἀποπνέοντα. τοῦτο ἰδὼν εἰ μὲν καὶ ξίφος ἔχων ἦλθον, οὐκ ἂν ὤκνησα, εὖ ἴστε. τί γελᾶτε, ὦ Πυθιάς; γέλωτος ἄξια δοκῶ σοι διηγεῖσθαι;
Ἰόεσσα
τοῦτό σε, ὦ Λυσία, λελύπηκεν; ἡ Πυθιὰς αὕτη μοι συνεκάθευδε.
Πυθίας
μὴ λέγε, ὦ Ἰόεσσα, πρὸς αὐτόν.
Ἰόεσσα
τί μὴ λέγω; Πυθιὰς ἦν, φίλτατε, μετακληθεῖσα ὑπʼ ἐμοῦ, ὡς ἅμα καθεύδοιμεν· ἐλυπούμην γὰρ σὲ μὴ ἔχουσα. 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme