Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

2–3

Ἰόεσσα
ταῦτα οὖν τίνος ἕνεκα ποιεῖς; τί σε ἢ μέγα ἢ μικρὸν ἠδίκησα, ἢ ἐλύπησα ἐγώ; τίνα ἕτερον εἶδον; οὐ πρὸς μόνον σὲ ζῶ; οὐ μέγα, ὦ Λυσία, τοῦτο ποιεῖς γύναιον ἄθλιον λυπῶν μεμηνὸς ἐπὶ σοί; ἔστι τις θεὸς ἡ Ἀδράστεια καὶ τὰ τοιαῦτα ὁρᾷ· σὺ δέ ποτε λυπήσῃ τάχα, ἂν ἀκούσῃς τι περὶ ἐμοῦ, κειμένην με ἤτοι βρόχῳ ἐμαυτὴν ἀποπνίξασαν ἤ ἐς τὸ φρέαρ ἐπὶ κεφαλὴν ἐμπεσοῦσαν, ἢ ἕνα γέ τινα τρόπον εὑρήσω θανάτου, ὡς μηκέτʼ ἐνοχλοίην βλεπομένη. πομπεύσεις τότε ὡς μέγα καὶ λαμπρὸν ἔργον ἐργασάμενος. τί με ὑποβλέπεις καὶ πρίῃ τοὺς ὀδόντας; εἰ γάρ τι ἐγκαλεῖς, εἰπε, Πυθιὰς ἡμῖν αὕτη δικασάτω. τί τοῦτο; οὐδὲ ἀποκρινάμενος ἀπέρχῃ καταλιπών με; ὁρᾷς, ὦ Πυθιάς, οἷα πάσχω ὑπὸ Λυσίου;
Πυθίας
ὢ τῆς ἀγριότητος, τὸ μηδὲ ἐπικλασθῆναι δακρυούσης· λίθος, οὐκ ἄνθρωπός ἐστι. πλὴν ἀλλʼ εἴ γε χρὴ τἀληθὲς εἰπεῖν, σύ, ὦ Ἰόεσσα, διέφθειρας αὐτὸν ὑπεραγαπῶσα καὶ τοῦτο ἐμφαίνουσα. ἐχρῆν δὲ μὴ πάνυ αὐτὸν ζηλοῦν· ὑπερόπται γὰρ αἰσθανόμενοι γίγνονται παὖ, ὦ τάλαινα, δακρύουσα, καὶ ἤν μοι πείθῃ, ἅπαξ ἢ δὶς ἀπόκλεισον ἐλθόντα· ὄψει γὰρ ἀνακαιόμενον αὐτὸν πάνυ καὶ ἀντιμεμηνότα ἀληθῶς.
Ἰόεσσα
ἀλλὰ μηδʼ εἴπῃς, ἄπαγε. ἀποκλείσω Λυσίαν; εἴθε μὴ αὐτὸς ἀποσταίη φθάσας.
Πυθίας
ἀλλʼ ἐπανέρχεται αὖθις.
Ἰόεσσα
ἀπολώλεκας ἡμᾶς, ὦ Πυθιάς· ἠκρόαταί σου ἴσως ἀπόκλεισον λεγούσης. 5
Λυσ́ιας
οὐχὶ ταύτης ἕνεκεν, ὦ Πυθιάς, ἐπανελήλυθα, ἣν οὐδʼ ἂν προσβλέψαιμι ἔτι τοιαύτην οὖσαν, ἀλλὰ διὰ σέ, ὡς μὴ καταγιγνώσκῃς ἐμοῦ καὶ λέγῃς, ἄτεγκτος ὁ Λυσίας ἐστίν.
Πυθίας
ἀμέλει καὶ ἔλεγον, ὦ Λυσία.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme