3–12
Τρύφαινα
σὺ δὲ ποτέροις πιστεύσειας ἄν, τοῖς ἐκείνης ὅρκοις ἢ τοῖς σεαυτοῦ ὀφθαλμοῖς; ἐπίσκεψαι γὰρ ἀκριβῶς ὑποβλέψας ποτὲ τοὺς κροτάφους αὐτῆς, ἔνθα μόνον τὰς αὐτῆς τρίχας ἔχει· τὰ δὲ ἄλλα φενάκη βαθεῖα. περὶ δὲ τοὺς κροτάφους ὁπόταν ἀσθενήσῃ τὸ φάρμακον, ᾧ βάπτεται, ὑπολευκαίνεται τὰ πολλά. καίτοι τί τοῦτο; βίασαί ποτε καὶ γυμνὴν ἰδεῖν.
Χαρμίδης
οὐδεπώποτέ μοι πρὸς τοῦτο ἐνέδωκεν.
Τρύφαινα
εἰκότως· ἠπίστατο γὰρ μυσαχθησόμενόν σε τὰς αὐτῆς λεύκας. ὅλη δὲ ἀπὸ τοῦ αὐχένος ἐς τὰ γόνατα παρδάλει ἔοικεν. ἀλλὰ σὺ ἐδάκρυες τοιαύτῃ μὴ συνών; ἦ που τάχα καὶ ἐλύπει σε καὶ ὑπερεώρα;
Χαρμίδης
ναί, ὦ Τρύφαινα, καίτοι τοσαῦτα παρʼ ἐμοῦ λαμβάνουσα. καὶ νῦν ἐπειδὴ χιλίας αἰτούσῃ οὐκ εἶχον διδόναι ῥᾳδίως ἅτε ὑπὸ πατρὶ φειδομένῳ τρεφόμενος, Μοσχίωνα ἐσδεξαμένη ἀπέκλεισέ με, ἀνθʼ ὧν λυπῆσαι καὶ αὐτὸς θέλων αὐτὴν σὲ παρείληφα.
Τρύφαινα
μὰ τὴν Ἀφροδίτην οὐκ ἄν ἧκον, εἴ μοι προεῖπέ τις ὡς ἐπὶ τούτοις παραλαμβανοίμην, λυπῆσαι ἄλλην, καὶ ταῦτα Φιλημάτιον τὴν σορόν. ἀλλʼ ἄπειμι, καὶ γὰρ ἤδη τρίτον τοῦτο ᾖσεν ἀλεκτρυών.
5
Χαρμίδης
μὴ σύ γε οὕτως ταχέως, ὦ Τρύφαινα· εἰ γὰρ ἀληθῆ ἐστιν ἃ φὴς περὶ Φιληματίου, τὴν πηνήκην καὶ ὅτι βάπτεται καὶ τὸ τῶν ἄλλων ἀλφῶν, οὐδὲ προς2βλέπειν ἂν ἔτι δυναίμην αὐτῇ.
Τρύφαινα
ἐροῦ τὴν μητέρα, εἴ ποτε λέλουται μετʼ αὐτῆς· περὶ γὰρ τῶν ἐτῶν κἂν ὁ πάππος διηγήσεταί σοι, εἴ γε ζῇ ἔτι.
Χαρμίδης
οὐκοῦν ἐπειδὴ τοιαύτη ἐκείνη, ἀφῃρήσθω μὲν ἤδη τὸ διατείχισμα, περιβάλλωμεν δὲ ἀλλήλους καὶ φιλῶμεν καὶ ἀληθῶς συνῶμεν· Φιλημάτιον δὲ πολλὰ χαιρέτω.
Ἰόεσσα καὶ Πυθίας και Λυσ́ιας.