3–4
ΧΕΛΙΔΟΝΙΟΝ
“Καὶ νῦν δὲ οὐ κατὰ μῖσος, ἀλλὰ κατ' ἀνάγκην ἀφίσταμαί σου· ὁ πατὴρ γὰρ Ἀρισταινέτῳ παρέδωκέ με φιλοσοφεῖν συμφιλοσοφεῖν β. αὐτῷ, κἀκεῖνος—ἔμαθε γὰρ τὰ καθ' ἡμᾶς ἅπαντα—πάνυ πολλὰ ἐπετίμησέ μοι ἀπρεπὲς εἶναι λέγων ἑταίρᾳ συνεῖναι Ἀρχιτέλους καὶ Ἐρασικλείας υἱὸν ὄντα· πολὺ γὰρ ἄμεινον εἶναι τὴν ἀρετὴν προτιμᾶν τῆς ἡδονῆς.”
ΔΡΟΣΙΣ
Μὴ ὥρας ὥραισιν γ. ἵκοιτο ὁ λῆρος ἐκεῖνος τοιαῦτα παιδεύων τὸ μειράκιον.
ΧΕΛΙΔΟΝΙΟΝ
“Ὥστε ἀνάγκη πείθεσθαι αὐτῷ· παρακολουθεῖ γὰρ ἀκριβῶς παραφυλάσσων, καὶ ὅλως οὐδὲ προσβλέπειν ἄλλῳ οὐδενὶ ἔξεστιν ὅτι μὴ ἐκείνῳ· εἰ δὲ σωφρονοῖμι καὶ πάντα πεισθείην αὐτῷ, ὑπισχνεῖται πάνυ εὐδαίμονα ἔσεσθαί με καὶ ἐνάρετον καταστήσεσθαι τοῖς πόνοις προγεγυμνασμένον. ταῦτά σοι μόλις ἔγραψα ὑποκλέψας ἐμαυτόν. σὺ δέ μοι εὐτύχει καὶ μέμνησο Κλεινίου.”
5
ΔΡΟΣΙΣ
Τί σοι δοκεῖ ἡ ἐπιστολή, ὦ Χελιδόνιον;
ΧΕΛΙΔΟΝΙΟΝ
Τὰ μὲν ἄλλα ἡ ἀπὸ Σκυθῶν ῥῆσις, τὸ δὲ “μέμνησο Κλεινίου” ἔχει τινὰ ὑπόλοιπον ἐλπίδα.
ΔΡΟΣΙΣ
Κἀμοὶ οὕτως ἔδοξεν· ἀπόλλυμαι δ’ οὖν ὑπὸ τοῦ ἔρωτος. ὁ μέντοι Δρόμων ἔφασκε παιδεραστήν τινα εἶναι τὸν Ἀρισταίνετον καὶ ἐπὶ προφάσει τῶν μαθημάτων μαθημάτων recc.: μαθητῶν XL. συνεῖναι τοῖς ὡραιοτάτοις τῶν νέων καὶ ἰδίᾳ λογοποιεῖσθαι πρὸς τὸν Κλεινίαν ὑποσχέσεις τινὰς ὑπισχνούμενον ὡς ἰσόθεον ἀποφανεῖ αὐτόν. ἀλλὰ καὶ ἀναγιγνώσκει μετ' αὐτοῦ ἐρωτικούς τινας λόγους τῶν παλαιῶν φιλοσόφων πρὸς τοὺς μαθητάς, καὶ ὅλος ὅλος Jacobitz: ὅλως codd.. περὶ τὸ μειράκιόν ἐστιν. ἠπείλει δὲ καὶ τῷ πατρὶ τοῦ Κλεινίου κατερεῖν ταῦτα.
ΧΕΛΙΔΟΝΙΟΝ
Ἐχρῆν, ὦ Δροσί, γαστρίσαι τὸν Δρόμωνα.