Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

3–4

ΠΑΝΝΥΧΙΣ
Ἐξευρίσκωμεν, ἐξευρίσκωμεν recc.: ἐξευρίσκω δέ βγ. ὦ Δορκάς, ἐκ τῶν παρόντων σωτήριον· οὔτε γὰρ τοῦτον ἀποπέμψαι καλὸν τάλαντον ἔναγχος δεδωκότα καὶ τἆλλα ἔμπορον ὄντα καὶ πολλὰ ὑπισχνούμενον, οὕτε Πολέμωνα τοιοῦτον ἐπανήκοντα χρήσιμον μὴ παραδέχεσθαι· προσέτι πρόσεστι γ. γὰρ καὶ ζηλότυπός ἐστιν, ὃς καὶ πενόμενος ἔτι πολὺ ἀφόρητος ἦν· νῦν δὲ τί ἐκεῖνος οὐκ ἂν ποιήσειεν;
ΔΟΡΚΑΣ
Ἀλλὰ καὶ προσέρχεται.
ΠΑΝΝΥΧΙΣ
Ἐκλύομαι, ὦ Δορκάς, ἀπὸ τῆς ἀπορίας καὶ τρέμω.
ΔΟΡΚΑΣ
Ἀλλὰ καὶ Φιλόστρατος προσέρχεται.
ΠΑΝΝΥΧΙΣ
Τίς γένωμαι; πῶς ἄν με ἡ γῆ καταπίοι; 5
ΦΙΛΟΣΤΡΑΤΟΣ
Τί οὐ πίνομεν, ὦ Παννυχί;
ΠΑΝΝΥΧΙΣ
Ἄνθρωπε, ἀπολώλεκάς με. σὺ δὲ χαῖρε, Πολέμων, χρόνιος φανείς.
ΠΟΛΕΜΩΝ
Οὗτος οὖν τίς ἐστιν ὁ προσιὼν ὑμῖν; σιωπᾷς; εὖ γε· οἴχου, εὖγε οἴχου codd.: οἴχου del. edd.. ὦ Παννυχί. ἐγὼ δὲ πεμπταῖος ἐκ Πυλῶν διέπτην ἐπειγόμενος ἐπὶ τοιαύτην γυναῖκα. καὶ δίκαια μέντοι πέπονθα, καίτοι χάριν ἐχων· οὐκέτι γὰρ ἁρπασθήσομαι ὑπὸ σοῦ.
ΦΙΛΟΣΤΡΑΤΟΣ
Σὺ δὲ τίς εἶ, ὦ βέλτιστε;
ΠΟΛΕΜΩΝ
Ὅτι Πολέμων ὁ Στειριεὺς Πανδιονίδος φυλῆς, ἀκούεις· χιλιαρχήσας τὸ πρῶτον, νῦν δὲ ἐξαναστήσας πεντακισχιλίαν ἀσπίδα, πεντακισχιλίας ἀσπίδας γ. ἐραστὴς Παννυχίδος, ὅτε ᾤμην ἔτι ἀνθρώπινα φρονεῖν αὐτήν. 5
ΦΙΛΟΣΤΡΑΤΟΣ
Ἀλλὰ τὰ νῦν σοι, ὦ ξεναγέ, Παννυχὶς ἐμή ἐστι, καὶ τάλαντον εἴληφε, λήψεται δὲ ἤδη καὶ ἕτερον, ἐπειδὰν τὰ φορτία διαθώμεθα.
 
καὶ νῦν ἀκολούθει μοι, ὦ Παννυχί, τοῦτον δὲ παρ' Ὀδρύσαις χιλιαρχεῖν ἔα.
ΠΟΛΕΜΩΝ
Ἐλευθέρα μέν ἐστι καὶ ἀκολουθήσει, ἢν ἐθέλῃ.
ΠΑΝΝΥΧΙΣ
Τί ποιῶ, Δορκάς;
ΔΟΡΚΑΣ
Εἰσιέναι ἄμεινον, ὀργιζομένῳ οὐχ οἷόν τε παρεῖναι Πολέμωνι, καὶ μᾶλλον ἐπιταθήσεται ζηλοτυπῶν. 10
ΠΑΝΝΥΧΙΣ
Εἰ θέλεις, εἰσίωμεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme