Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

3–4

Παννυχίς
Ἐξευρίσκωμεν, ὦ Δορκάς, ἐκ τῶν παρόντων σωτήριον· οὔτε γὰρ τοῦτον ἀποπέμψαι καλὸν τάλαντον ἔναγχος δεδωκότα καὶ τἆλλα ἔμπορον ὄντα καὶ πολλὰ ὑπισχνούμενον, οὔτε Πολέμωνα τοιοῦτον ἐπανήκοντα χρήσιμον μὴ παραδέχεσθαι· προσέτι γὰρ καὶ ζηλότυπός ἐστιν, ὃς καὶ πενόμενος ἔτι πολὺ ἀφόρητος ἦν· νῦν δὲ τί οὐκ ἂν ἐκεῖνος ποιήσειεν;
Δορκάς
ἀλλὰ καὶ προσέρχεται.
Παννυχίς
Ἐκλύομαι, ὦ Δορκάς, ὑπὸ τῆς ἀπορίας καὶ τρέμω.
Δορκάς
ἀλλὰ καὶ Φιλόστρατος προσέρχεται.
Παννυχίς
τίς γένωμαι; πῶς ἄν με ἡ γῆ καταπίοι; 5
Φιλόστρατος
τί οὐ πίνομεν, ὦ Παννυχί;
Παννυχίς
ἄνθρωπε, ἀπολώλεκάς με. σὺ δὲ χαῖρε, Πολέμων, χρόνιος φανείς.
Πολέμων
οὗτος οὖν τίς ἐστιν ὁ προσιὼν ὑμῖν; σιωπᾷς; εὖ γε, ὦ Παννυχί. ἐγὼ δὲ πεμπταῖος ἐκ Πυλῶν διέπτην ἐπειγόμενος ἐπὶ τοιαύτην γυναῖκα. καὶ δίκαια μέντοι πέπονθα, καί σοι χάριν ἔχω· οὐκέτι γὰρ ἁρπασθήσομαι ὑπὸ σοῦ.
Φιλόστρατος
σὺ δὲ τίς εἶ, ὦ βέλτιστε;
Πολέμων
ὅτι Πολέμων ὁ Στειριεὺς Πανδιονίδος φυγῆς, ἀκούεις; χιλιαρχήσας τὸ πρῶτον, νῦν δὲ ἐξαναστήσας πεντακισχιλίαν ἀσπίδα, ἐραστὴς Παννυχίδος, ὅτε ᾤμην ἔτι ἀνθρώπινα φρονεῖν αὐτήν. 5
Φιλόστρατος
ἀλλὰ τὰ νῦν σοι, ὦ ξεναγέ, Παννυχὶς ἐμή ἐστι, καὶ τάλαντον εἴληφε, λήψεται δὲ ἤδη καὶ ἕτερον, ἐπειδὰν τὰ φορτία διαθώμεθα. καὶ νῦν ἀκολούθει μοι, ὦ Παννυχί, τοῦτον δὲ παρʼ Ὀδρύσαις χιλιαρχεῖν ἔα.
Δορκάς
ἐλευθέρα μέν ἐστι καὶ ἀκολουθήσει, ἢν ἐθέλῃ.
Παννυχίς
τί ποιῶ, Δορκάς;
Δορκάς
εἰσιέναι ἄμεινον, ὀργιζομένῳ οὐχ οἷόν τε παρεῖναι Πολέμωνι, καὶ μᾶλλον ἐπιταθήσεται ζηλοτυπῶν.
Παννυχίς
εἰ θέλεις, εἰσίωμεν. 10

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme