Thesauros Literature satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

1–2

ΜΗΤΗΡ
Ἄν δ’ ἔτι τοιοῦτον ἐραστὴν εὕρωμεν, ὦ Μουσάριον, οἷος ὁ Χαιρέας ἐστί, θῦσαι μὲν τῇ πανδήμῳ δεήσει λευκὴν μηκάδα, τῇ οὐρανίᾳ δὲ τῇ ἐν κήποις δάμαλιν, στεφανῶσαι δὲ καὶ τὴν πλουτοδότειραν, καὶ ὅλως μακάριαι καὶ τρισευδαίμονες ἐσόμεθα. νῦν ὁρᾷς παρὰ τοῦ νεανίσκου ἡλίκα λαμβάνομεν, ὃς ὀβολὸν μὲν οὐδέποτε σοι δέδωκεν, οὐκ ἐσθῆτα, οὐχ ὑποδήματα, οὐ μύρον, ἀλλὰ προφάσεις ἀεὶ καὶ ὑποσχέσεις καὶ μακραὶ ἐλπίδες καὶ πολὺ τό, ἐὰν ὁ πατὴρ . . ., καὶ κύριος γένωμαι τῶν πατρῴων, καὶ πάντα σά. σὺ δὲ καὶ ὀμωμοκέναι αὐτὸν φῂς ὅτι νόμῳ γαμετὴν ποιήσεταί σε.
ΜΟΥΣΑΡΙΟΝ
Ὤμοσε γάρ, ὦ μῆτερ, κατὰ ταῖν θεοῖν καὶ τῆς Πολιάδος.
ΜΗΤΗΡ
Καὶ πιστεύεις δηλαδή· καὶ διὰ τοῦτο πρῴην οὐκ ἔχοντι αὐτῷ καταθεῖναι συμβολὴν τὸν δακτύλιον δέδωκας ἀγνοούσης ἐμοῦ, ὁ δὲ ἀποδόμενος κατέπιε, καὶ πάλιν τὰ δύο περιδέραια τὰ Ἰωνικά, ἕλκοντα ἑκάτερον δύο δαρεικούς, ἅ σοι ὁ Χῖος Πραξίας ὁ ναύκληρος ἐκόμισε ποιησάμενος ἐν Ἐφέσῳ · ἐδεῖτο γὰρ Χαιρέας ἔρανον συνεφήβοις ἀπενεγκεῖν. ὀθόνας γὰρ καὶ χιτωνίσκους τί ἂν λέγοιμι; καὶ ὅλως ἕρμαιόν τι ἡμῖν καὶ μέγα ὄφελος ἐμπέπτωκεν οὗτος.
ΜΟΥΣΑΡΙΟΝ
Ἀλλὰ καλὸς καὶ ἀγένειος, καὶ φησὶν ἐρᾶν καὶ δακρύει καὶ Δεινομάχης καὶ Λάχητος υἱός ἐστι τοῦ Ἀρεοπαγίτου καὶ φησὶν ἡμᾶς γαμήσειν καὶ μεγάλας ἐλπίδας ἔχομεν παρ' αὐτοῦ, ἢν ὁ γέρων μόνον καταμύσῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme