Thesauros Literature satire Θεῶν Διάλογοι

Θεῶν Διάλογοι

Θεῶν Διάλογοι Lucian of Samosata

1–3

Ἀπόλλων
ἐκεῖνο τὸ βρέφος, ὦ Ἥφαιστε, ἦ μέγα ἀγαθόν, ὃ τοῦ Ἰαπετοῦ πρεσβύτερόν ἐστιν ὅσον ἐπὶ τῇ πανουργίᾳ;
Ἥφαιστος
καὶ τί ἂν ἀδικῆσαι δύναιτο ἀρτίτοκον ὄν;
Ἀπόλλων
ἐρώτα τὸν Ποσειδῶνα, οὗ τὴν τρίαιναν ἔκλεψεν, ἢ τὸν Ἄρη· καὶ τούτου γὰρ ἐξείλκυσε λαθὸν ἐκ τοῦ κολεοῦ τὸ ξίφος, ἵνα μὴ ἐμαυτὸν λέγω, ὃν ἀφώπλισε τοῦ τόξου καὶ τῶν βελῶν.
Ἥφαιστος
τὸ νεογνὸν ταῦτα, ὃ μόλις ἕστηκε, τὸ ἐν τοῖς σπαργάνοις;
Ἀπόλλων
εἴσῃ, ὦ Ἥφαιστε, ἤν σοι προσέλθῃ μόνον.
Ἥφαιστος
καὶ μὴν προσῆλθεν ἤδη.
Ἀπόλλων
τί οὖν; πάντα ἔχεις τὰ ἐργαλεῖα καὶ οὐδὲν ἀπόλωλεν αὐτῶν;
Ἥφαιστος
πάντα, ὦ Ἄπολλον. 5
Ἀπόλλων
ὅμως ἐπίσκεψαι ἀκριβῶς.
Ἥφαιστος
μὰ Δία, τὴν πυράγραν οὐχ ὁρῶ.
Ἀπόλλων
ἀλλʼ ὄψει που ἐν τοῖς σπαργάνοις αὐτὴν τοὺ βρέφους.
Ἥφαιστος
οὕτως ὀξύχειρ ἐστὶ καθάπερ ἐν τῇ γαστρὶ ἐκ μελετήσας τὴν κλεπτικήν;
Ἀπόλλων
οὐ γὰρ ἤκουσας αὐτοῦ καὶ λαλοῦντος ἤδη στωμύλα καὶ ἐπίτροχα· ὁ δὲ καὶ διακονεῖσθαι ἡμῖν ἐθέλει. χθὲς δὲ προκαλεσάμενος τὸν Ἔρωτα κατεπάλαισεν εὐθὺς οὐκ οἶδʼ ὅπως ὑφελὼν τὼ πόδε· εἶτα μεταξὺ ἐπαινούμενος τῆς Ἀφροδίτης μὲν τὸν κεστὸν ἔκλεψε προσπτυξαμένης αὐτὸν ἐπὶ τῇ νίκῃ, τοῦ Διὸς δὲ γελῶντος ἔτι τὸ σκῆπτρον· εἰ δὲ μὴ βαρύτερος ὁ κεραυνὸς ἦν καὶ πολὺ τὸ πῦρ εἶχε, κἀκεῖνον ἂν ὑφείλετο.
Ἥφαιστος
γοργόν τινα τὸν παῖδα φής.
Ἀπόλλων
οὐ μόνον, ἀλλʼ ἤδη καὶ μουσικόν.
Ἥφαιστος
τῷ τοῦτο τεκμαίρεσθαι ἔχεις;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme