Thesauros Literature satire Ἐνάλιοι Διάλογοι

Ἐνάλιοι Διάλογοι

Ἐνάλιοι Διάλογοι Lucian of Samosata

1–3

ΝΟΤΟΣ
Περὶ τὴν ἐρυθρὰν γὰρ θάλασσαν εἰργαζόμην, ἐπέπνευσα δὲ καὶ μέρος τῆς Ἰνδικῆς, ὅσα παράλια τῆς χώρας· οὐδὲν οὖν οἶδα ὧν λέγεις.
ΖΕΦΥΡΟΣ
Ἀλλὰ τὸν Σιδώνιόν γε Ἀγήνορα οἶδας; 5
ΝΟΤΟΣ
Ναί· τὸν τῆς Εὐρώπης πατέρα. τί μήν;
ΖΕΦΥΡΟΣ
Περὶ αὐτῆς ἐκείνης διηγήσομαί σοι.
ΝΟΤΟΣ
Μῶν ὅτι ὁ Ζεὺς ἐραστὴς τῆς παιδὸς ἐκ πολλοῦ; τοῦτο γὰρ καὶ πάλαι ἠπιστάμην.
ΖΕΦΥΡΟΣ
Οὐκοῦν τὸν μὲν ἔρωτα οἶσθα, τὰ μετὰ ταῦτα δὲ ἤδη ἄκουσον.
 
ἡ μὲν Εὐρώπη κατεληλύθει ἐπὶ τὴν ἠϊόνα παίζουσα τὰς ἡλικιώτιδας παραλαβοῦσα, ὁ Ζεὺς δὲ ταύρῳ εἰκάσας ἑαυτὸν συνέπαιζεν αὐταῖς κάλλιστος φαινόμενος· λευκός τε γὰρ ἦν ἀκριβῶς καὶ τὰ κέρατα εὐκαμπὴς εὐκαμπῆ γ. καὶ τὸ βλέμμα ἥμερος· ἐσκίρτα οὖν καὶ αὐτὸς ἐπὶ τῆς ἠϊόνος καὶ ἐμυκᾶτο ἥδιστον, ὥστε τὴν Εὐρώπην τολμῆσαι καὶ ἀναβῆναι αὐτόν. ὡς δὲ τοῦτο ἐγένετο, δρομαῖος μὲν ὁ Ζεὺς ὥρμησεν ἐπὶ τὴν θάλασσαν φέρων αὐτὴν καὶ ἐνήχετο ἐμπεσών, ἡ δὲ πάνυ ἐκπλαγὴς τῷ πράγματι τῇ λαιᾷ μὲν εἴχετο τοῦ κέρατος, ὡς μὴ ἀπολισθάνοι, ἀπολισθοίη νέοντος γ. τῇ ἑτέρᾳ δὲ ἠνεμωμένον τὸν πέπλον συνεῖχεν.
ΝΟΤΟΣ
Ἡδὺ τοῦτο θέαμα εἶδες, ὦ Ζέφυρε, καὶ ἐρωτικόν, νηχόμενον τὸν Δία καὶ φέροντα τὴν ἀγαπωμένην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme