Thesauros Literature satire Ἐνάλιοι Διάλογοι

Ἐνάλιοι Διάλογοι

Ἐνάλιοι Διάλογοι Lucian of Samosata

1

ΞΑΝΘΟΣ
Δέξαι με, ὦ θάλασσα, δεινὰ πεπονθότα καὶ κατάσβεσόν μου τὰ τραύματα.
ΘΑΛΑΣΣΑ
Τί τοῦτο, ὦ Ξάνθε; τίς σε κατέκαυσεν;
ΞΑΝΘΟΣ
Ὁ Ἥφαιστος. ἀλλ’ ἀπηνθράκωμαι ὅλος ὁ κακοδαίμων καὶ ζέω.
ΘΑΛΑΣΣΑ
Διὰ τί δαί σοι καὶ ἐνέβαλε τὸ πῦρ;
ΞΑΝΘΟΣ
Διὰ τὸν ταύτης υἱὸν τῆς Θέτιδος· ἐπεὶ γὰρ φονεύοντα τοὺς Φρύγας ἱκετεύσας οὐκ ἔπαυσα ἱκέτευσα ὁ δὲ οὐκ ἐπαύσατο γ. τῆς ὀργῆς, ἀλλ’ ὑπὸ τῶν νεκρῶν ἐνέφραττέ μοι τὸν ῥοῦν, ἐλεήσας τοὺς ἀθλίους ἐπῆλθον ἐπικλύσαι ἐθέλων, ὡς φοβηθεὶς ἀπόσχοιτο τῶν ἀνδρῶν. 5
 
ἐνταῦθα ὁ Ἥφαιστος—ἔτυχε γὰρ πλησίον που ὤν—πᾶν οἶμαι ὅσον ἐν τῇ καμίνῳ πῦρ εἶχεν πᾶν ὅσον οἶμαι πῦρ εἶχε β. καὶ ὅσον ἐν τῇ Αἴτνῃ φέρων φέρων γ: καὶ εἴ ποθι ἄλλοθι φέρων β. ἐπῆλθέ μοι, καὶ ἔκαυσε μὲν τὰς πτελέας μου καὶ μυρίκας, ὤπτησε δὲ καὶ τοὺς κακοδαίμονας ἰχθῦς καὶ τὰς ἐγχέλεις, αὐτὸν δὲ ἐμὲ ὑπερκαχλάσαι ποιήσας μικροῦ δεῖν ὅλον ξηρὸν εἴργασται. ὁρᾷς γοῦν ὅπως διάκειμαι ἀπὸ ὑπὸ β. τῶν ἐγκαυμάτων.
ΘΑΛΑΣΣΑ
Θολερός, ὦ Ξάνθε, καὶ θερμός, ὡς εἰκός, τὸ αἷμα μὲν ἀπὸ τῶν νεκρῶν, ἡ θέρμη δέ, ὡς φῄς, ἀπὸ τοῦ πυρός· καὶ εἰκότως, ὦ Ξάνθε, ὃς ἐπὶ τὸν ἐμὸν υἱωνὸν υἱὸν γβ: corr. edd.. ὥρμησας οὐκ αἰδεσθεὶς ὅτι Νηρεΐδος υἱὸς ἦν.
ΞΑΝΘΟΣ
Οὐκ ἔδει οὖν ἐλεῆσαι γείτονας ὄντας τοὺς Φρύγας;
ΘΑΛΑΣΣΑ
Τὸν Ἥφαιστον δὲ οὐκ ἔδει ἐλεῆσαι Θέτιδος υἱὸν ὄντα τὸν Ἀχιλλέα;
 
ΝΟΤΟΥ ΚΑΙ ΖΕΦΥΡΟΥ
ΝΟΤΟΣ
Ταύτην, ὦ Ζέφυρε, τὴν δάμαλιν, ἣν διὰ τοῦ πελάγους εἰς Αἴγυπτον ὁ Ἑρμῆς ἄγει, ὁ Ζεὺς διεκόρησεν διεκόρευσεν β. ἁλοὺς ἔρωτι;
ΖΕΦΥΡΟΣ
Ναί, ὦ Νότε· οὐ δάμαλις δὲ τότε, ἀλλὰ παῖς ἦν τοῦ ποταμοῦ Ἰνάχου· νῦν δὲ ἡ Ἥρα τοιαύτην ἐποίησεν αὐτὴν ζηλοτυπήσασα, ὅτι πάνυ ἑώρα ἐρῶντα τὸν Δία.
ΝΟΤΟΣ
Νῦν δὲ ἔτι ἐρᾷ τῆς βοός;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme