4–5
ΑΙΑΚΟΣ
Οὗτος δὲ Σόλων ὁ Ἐξηκεστίδου καὶ Θαλῆς ἐκεῖνος καὶ παρ' αὐτοὺς Πιττακὸς καὶ οἱ ἄλλοι· ἑπτὰ δὲ πάντες εἰσὶν ὡς ὁρᾷς.
ΜΕΝΙΠΠΟΣ
Ἄλυποι, ὦ Αἰακέ, οὗτοι μόνοι καὶ φαιδροὶ τῶν ἄλλων· ὁ δὲ σποδοῦ ἀνάπλεως καθάπερ ἀνάπλεως καθάπερ γ: πλέως ὥσπερ β. ἐγκρυφίας ἄρτος, ὁ ταῖς φλυκταίναις τὰς φλυκταίνας β. ἐξηνθηκώς, τίς ἐστιν;
ΑΙΑΚΟΣ
Ἐμπεδοκλῆς, ὦ Μένιππε, ἡμίεφθος ἀπὸ τῆς Αἴτνης παρών.
ΜΕΝΙΠΠΟΣ
Ὦ χαλκόπου βέλτιστε, τί παθὼν σεαυτὸν εἰς τοὺς κρατῆρας ἐνέβαλες;
ΕΜΠΕΔΟΚΛΗΣ
Μελαγχολία τις, ὦ Μένιππε.
5
ΜΕΝΙΠΠΟΣ
Οὐ μὰ Δί' ἀλλὰ κενοδοξία καὶ τῦφος καὶ πολλὴ κόρυζα, ταῦτά σε ἀπηνθράκωσεν αὐταῖς κρηπῖσιν οὐκ ἀνάξιον ὄντα·πλὴν οὐδέν σε ὤνησεν τὸ σόφισμα· ἐφωράθης γὰρ τεθνεώς. ὁ Σωκράτης δέ, ὦ Αἰακέ, ποῦ ποτε ἄρα ἐστίν;
ΑΙΑΚΟΣ
Μετὰ Νέστορος καὶ Παλαμήδους ἐκεῖνος ληρεῖ τὰ πολλά.
ΜΕΝΙΠΠΟΣ
Ὅμως ἐβουλόμην ἰδεῖν αὐτόν, εἴ που ἐνθάδε ἐστίν.
ΑΙΑΚΟΣ
Ὁρᾷς τὸν φαλακρόν;
ΜΕΝΙΠΠΟΣ
Ἅπαντες φαλακροί εἰσιν· ὥστε πάντων ἂν εἴη τοῦτο τὸ γνώρισμα.
10
ΜΕΝΙΠΠΟΣ
Καὶ τοῦτο ὅμοιον· σιμοὶ γὰρ ἅπαντες.
ΣΩΚΡΑΤΗΣ
Ἐμὲ ζητεῖς, ὦ Μένιππε;
ΜΕΝΙΠΠΟΣ
Καὶ μάλα, ὦ Σώκρατες.
ΣΩΚΡΑΤΗΣ
Τί τὰ ἐν Ἀθήναις;
ΜΕΝΙΠΠΟΣ
Πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις, ἄκροι ἄκροι φιλόσοφοι μάλα πολλοί· τὰ δ’ ἄλλα ἑώρακας (without change of speaker) γ. φιλόσοφοι.
ΣΩΚΡΑΤΗΣ
Μάλα πολλοὺς ἑώρακα.
5
ΜΕΝΙΠΠΟΣ
Ἀλλὰ ἑώρακας, οἶμαι, οἷος ἧκε παρὰ σοὶ Ἀρίστιππος ἢ Πλάτων αὐτός, ὁ μὲν ἀποπνέων μύρον, ὁ δὲ τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών.
ΣΩΚΡΑΤΗΣ
Περὶ ἐμοῦ δὲ τί φρονοῦσιν;