Thesauros Literature satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

1–3

ΜΕΝΙΠΠΟΣ
Οἶδα ταῦτα καὶ σέ, ὅτι πυλωρεῖς, καὶ τὸν βασιλέα εἶδον καὶ τὰς Ἐρινῦς· τοὺς δὲ ἀνθρώπους μοι τοὺς πάλαι δεῖξον καὶ μάλιστα τοὺς ἐπισήμους ἐπισήμους γ: ἐνδόξους β. αὐτῶν.
ΑΙΑΚΟΣ
Οὗτος μὲν Ἀγαμέμνων, οὗτος δὲ Ἀχιλλεύς, οὗτος δὲ Ἰδομενεὺς πλησίον, οὗτος δὲ Ὀδυσσεύς, πλησίον εἶτα Ὀδυσσεύς γ. εἶτα Αἴας καὶ Διομήδης καὶ οἱ ἄριστοι τῶν Ἑλλήνων.
ΜΕΝΙΠΠΟΣ
Βαβαί, ὦ Ὅμηρε, οἷά σοι τῶν ῥαψῳδιῶν τὰ κεφάλαια χαμαὶ ἔρριπται ἄγνωστα καὶ ἄμορφα, κόνις πάντα καὶ λῆρος πολύς, ἀμενηνὰ ὡς ἀληθῶς κάρηνα. οὗτος δέ, ὦ Αἰακέ, τίς ἐστιν; κάρηνα: (: = change of speaker) οὗτος δέ, ὦ Μένιππε, Κῦρός ἐστιν· β.
ΑΙΑΚΟΣ
Κῦρός ἐστιν· οὗτος δὲ Κροῖσος, ὁ δ’ ὑπὲρ αὐτὸν Σαρδανάπαλλος, ὁ δ’ ὑπὲρ τούτους Μίδας, ἐκεῖνος δὲ Ξέρξης.
ΜΕΝΙΠΠΟΣ
Εἶτα σέ, ὦ κάθαρμα, ἡ Ἑλλὰς ἔφριττε ζευγνύντα μὲν τὸν Ἑλλήσποντον, διὰ δὲ τῶν ὀρῶν πλεῖν ἐπιθυμοῦντα; οἷος δὲ καὶ ὁ Κροῖσός ἐστιν. τὸν Σαρδανάπαλλον δέ, ὦ Αἰακέ, πατάξαι μοι κατὰ κόρρης ἐπίτρεψον.
ΑΙΑΚΟΣ
Μηδαμῶς· διαθρύπτεις γὰρ αὐτοῦ τὸ κρανίον γυναικεῖον ὄν.
ΜΕΝΙΠΠΟΣ
Οὐκοῦν ἀλλὰ προσπτύσομαί γε πάντως αὐτῷ ἀνρογύνῳ γε ὄντι. 5
ΑΙΑΚΟΣ
Βούλει σοὶ ἐπιδείξω καὶ τοὺς σοφούς;
ΜΕΝΙΠΠΟΣ
Νὴ Δία γε.
ΑΙΑΚΟΣ
Πρῶτος οὗτός σοι ὁ Πυθαγόρας ἐστί.
ΜΕΝΙΠΠΟΣ
Χαῖρε, ὦ Εὔφορβε ἢ Ἄπολλον ἢ ὅ τι ἂν θέλῃς.
ΠΥΘΑΓΟΡΑΣ
Μὴ μὴ scripsi: νὴ vett.: νὴ Δία recc.: cf. p. 242. καὶ σύ γε, ὦ Μένιππε. 5
ΜΕΝΙΠΠΟΣ
Οὐκέτι χρυσοῦς ὁ μηρός σοι;
ΠΥΘΑΓΟΡΑΣ
Οὐ γάρ· ἀλλὰ φέρε ἴδω εἴ τί σοι ἐδώδιμον ἡ πήρα ἔχει.
ΜΕΝΙΠΠΟΣ
Κυάμους, ὦγαθέ· ὥστε οὐ τουτί σοι ἐδώδιμον.
ΠΥΘΑΓΟΡΑΣ
Δὸς μόνον· ἄλλα παρὰ νεκροῖς δόγματα· ἔμαθον γάρ, ὡς οὐδὲν ἴσον κύαμοι καὶ κεφαλαὶ τοκήων ἐνθάδε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme