1–3
ΜΙΝΩΣ
Λέγε, μὴ μακρὰ μόνον, ὡς ὅπως β. καὶ τοὺς ἄλλους διακρίνωμεν ἤδη.
ΣΩΣΤΡΑΤΟΣ
Ὁπόσα ἔπραττον ἐν τῷ βίῳ, πότερα ἑκὼν ἔπραττον ἢ ἐπεκέκλωστό μοι ὑπὸ τῆς Μοίρας;
ΜΙΝΩΣ
Ὑπὸ τῆς Μοίρας δηλαδή.
ΣΩΣΤΡΑΤΟΣ
Οὐκοῦν καὶ οἱ χρηστοὶ ἅπαντες καὶ οἱ πονηροὶ δοκοῦντες ἡμεῖς ἐκείνῃ ὑπηρετοῦντες ταῦτα ἐδρῶμεν; δρῶμεν β.
ΜΙΝΩΣ
Ναί, τῇ Κλωθοῖ, ἣ ἑκάστῳ ἐπέταξε γεννηθέντι τὰ πρακτέα.
ΣΩΣΤΡΑΤΟΣ
Εἰ τοίνυν ἀναγκασθείς τις ὑπ' ἄλλου φονεύσειέν τινα οὐ δυνάμενος ἀντιλέγειν ἐκείνῳ βιαζομένῳ, βιαζόμενος γ. οἷον δήμιος ἢ δορυφόρος, ὁ μὲν δικαστῇ πεισθείς, ὁ δέ τυράννῳ, τίνα αἰτιάσῃ τοῦ φόνου;
5
ΜΙΝΩΣ
Δῆλον ὡς τὸν δικαστὴν ἢ τὸν τύραννον, ἐπεὶ οὐδὲ τὸ ξίφος αὐτό· ὑπηρετεῖ γὰρ ὄργανον ὂν τοῦτο πρὸς τὸν θυμὸν τῷ πρώτῳ παρασχόντι τὴν αἰτίαν.
ΣΩΣΤΡΑΤΟΣ
Εὖ γε, ὦ Μίνως, ὅτι καὶ ἐπιδαψιλεύῃ τῷ παραδείγματι. ἢν δέ τις ἀποστείλαντος τοῦ δεσπότου ἥκῃ αὐτὸς χρυσὸν ἢ ἄργυρον κομίζων, τίνι τὴν χάριν ἰστέον ἢ τίνα εὐεργέτην ἀναγραπτέον;
ΜΙΝΩΣ
Τὸν πέμψαντα, ὦ Σώστρατε· διάκονος γὰρ ὁ κομίσας ὁ κομίσας γ: ὁ πεμφθεὶς β. ἦν.
ΣΩΣΤΡΑΤΟΣ
Οὐκοῦν ὁρᾷς πῶς ἄδικα ποιεῖς κολάζων ἡμᾶς ὑπηρέτας γενομένους ὧν ἡ Κλωθὼ προσέταττεν, καὶ τούτους τιμήσας τιμήσας scripsi: τιμήσεις codd.: τιμῶν edd.. τοὺς διακονησαμένους διακονησαμένους recc.: διακονησομένους βγ. ἀλλοτρίοις ἀγαθοῖς; οὐ γὰρ δὴ ἐκεῖνό γε εἰπεῖν ἔχοι τις ὡς ἀντιλέγειν δυνατὸν ἦν τοῖς μετὰ πάσης ἀνάγκης προστεταγμένοις.