Thesauros Literature satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

4–6

Αἰακός
ὁρᾷς τὸν φαλακρόν;
Μένιππος
ἅπαντες φαλακροί εἰσιν· ὥστε πάντων ἂν εἴη τοῦτο τὸ γνώρισμα. 10
Αἰακός
τὸν σιμὸν λέγω.
Μένιππος
καὶ τοῦτο ὅμοιον· σιμοὶ γὰρ ἅπαντες.
Σωκράτης
ἐμὲ ζητεῖς, ὦ Μένιππε;
Μένιππος
καὶ μάλα, ὦ Σώκρατες.
Σωκράτης
τί τὰ ἐν Ἀθήναις;
Μένιππος
πολλοὶ τῶν νέων φιλοσοφεῖν λέγουσι, καὶ τά γε σχήματα αὐτὰ καὶ τὰ βαδίσματα εἰ θεάσαιτό τις, ἄκροι φιλόσοφοι.
Σωκράτης
μάλα πολλοὺς ἑώρακα. 5
Μένιππος
ἀλλὰ ἑώρακας, οἶμαι, οἷος ἧκε παρὰ σοὶ Ἀρίστιππος καὶ Πλάτων αὐτός, ὁ μὲν ἀποπνέων μύρου, ὁ δὲ τοὺς ἐν Σικελίᾳ τυράννους θεραπεύειν ἐκμαθών.
Σωκράτης
περὶ ἐμοῦ δὲ τί φρονοῦσιν;
Μένιππος
εὐδαίμων, ὦ Σώκρατες, ἄνθρωπος εἶ τά γε τοιαῦτα· πάντες γοῦν σε θαυμάσιον οἴονται ἄνδρα γεγενῆσθαι καὶ πάντα ἐγνωκέναι καὶ ταῦτα — δεῖ γάρ, οἶμαι, τἀληθῆ λέγειν — οὐδὲν εἰδότα.
Σωκράτης
καὶ αὐτὸς ἔφασκον ταῦτα πρὸς αὐτούς, οἱ δὲ εἰρωνείαν ᾤοντο τὸ πρᾶγμα εἶναι.
Μένιππος
τίνες δέ εἰσιν οὗτοι οἱ περὶ δέ;
Σωκράτης
Χαρμίδης, ὦ Μένιππε, καὶ Φαῖδρος καὶ ὁ τοῦ Κλεινίου.
Μένιππος
εὖ γε, ὦ Σώκρατες, ὅτι κἀνταῦθα μέτει τὴν σαυτοῦ τέχνην καὶ οὐκ ὀλιγωρεῖς τῶν καλῶν.
Σωκράτης
τί γὰρ ἂν ἄλλο ἥδιον πράττοιμι; ἀλλὰ πλησίον ἡμῶν κατάκεισο, εἰ δοκεῖ.
Μένιππος
μὰ Δίʼ, ἐπεὶ παρὰ τὸν Κροῖσον καὶ τὸν Σαρδανάπαλλον ἄπειμι πλησίον οἰκήσων αὐτῶν· ἔοικα γοῦν οὐκ ὀλίγα γελάσεσθαι οἰμωζόντων ἀκούων. 5
Αἰακός
κἀγὼ ἤδη ἄπειμι, μὴ καί τις ἡμᾶς νεκρῶν λάθῃ διαφυγών. τὰ λοιπὰ δʼ ἐσαῦθις ὄψει, ὦ Μένιππε.
Μένιππος
ἄπιθι· καὶ ταυτὶ γὰρ ἱκανά, ὦ Αἰακέ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme