Thesauros Literature satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

8–9

ΕΡΜΗΣ
Κατάθου κατάθου βγ: ἀπόθου recc.. σὺ τὸ σχῆμα πρῶτον, εἶτα καὶ ταυτὶ πάντα.ὦ Ζεῦ, ὅσην μὲν τὴν ἀλαζονείαν κομίζει, ὅσην δὲ ἀμαθίαν καὶ ἔριν καὶ κενοδοξίαν καὶ ἐρωτήσεις ἀπόρους καὶ λόγους ἀκανθώδεις καὶ ἐννοίας πολυπλόκους, ἀλλὰ καὶ ματαιοπονίαν μάλα πολλὴν καὶ λῆρον οὐκ ὀλίγον καὶ ὕθλους καὶ μικρολογίαν, νὴ Δία καὶ χρυσίον γε τουτὶ καὶ ἡδυπάθειαν δὲ καὶ ἀναισχυντίαν καὶ ὀργὴν καὶ τρυφὴν καὶ μαλακίαν· οὐ λέληθεν γάρ με, εἰ καὶ μάλα περικρύπτεις αὐτά. καὶ τὸ ψεῦδος δὲ ἀπόθου καὶ τὸν τῦφον καὶ τὸ οἴεσθαι ἀμείνων εἶναι τῶν ἄλλων· ὡς εἴ γε ταῦτα πάντα ἔχων ἐμβαίης, ποία πεντηκόντορος δέξαιτο ἄν σε;
ΦΙΛΟΣΟΦΟΣ
Ἀποτίθεμαι τοίνυν αὐτά, ἐπείπερ οὕτω κελεύεις.
ΜΕΝΙΠΠΟΣ
Αλλὰ καὶ τὸν πώγωνα τοῦτον ἀποθέσθω, ὦ Ἑρμῆ, βαρύν τε ὄντα καὶ λάσιον, ὡς ὁρᾷς· πέντε μναῖ τριχῶν εἰσι τοὐλάχιστον.
ΕΡΜΗΣ
Εὖ λέγεις· ἀπόθου καὶ τοῦτον.
ΦΙΛΟΣΟΦΟΣ
Καὶ τίς ὁ ἀποκείρων ἔσται;
ΕΡΜΗΣ
Μένιππος οὑτοσὶ λαβὼν πέλεκυν τῶν ναυπηγικῶν ἀποκόψει αὐτὸν ἐπικόπῳ τῇ ἀποβάθρᾳ χρησάμενος.
ΜΕΝΙΠΠΟΣ
Οὔκ, ὦ Ἑρμῆ, ἀλλὰ πρίονά μοι ἀνάδος· γελοιότερον γὰρ τοῦτο. 5
ΕΡΜΗΣ
Ὁ πέλεκυς ἱκανός. εὖ γε. ἀνθρωπινώτερος νῦν ἀναπέφηνας ἀποθέμενος σαυτοῦ τὴν κινάβραν.
ΜΕΝΙΠΠΟΣ
Βούλει μικρὸν ἀφέλωμαι καὶ τῶν ὀφρύων;
ΕΡΜΗΣ
Μάλιστα· ὑπὲρ τὸ μέτωπον γὰρ καὶ ταύτας ἐπῆρκεν, οὐκ οἶδα ἐφ' ὅτῳ ἀνατείνων ἑαυτόν. τί τοῦτο; καὶ δακρύεις, ὦ κάθαρμα, καὶ πρὸς θάνατον ἀποδειλιᾷς; ἔμβηθι δ’ οὖν.
ΜΕΝΙΠΠΟΣ
Ἓν ἔτι τὸ βαρύτατον ὑπὸ μάλης ἔχει.
ΕΡΜΗΣ
Τί, ὦ Μένιππε; 10
ΜΕΝΙΠΠΟΣ
Κολακείαν, ὦ Ἑρμῆ, πολλὰ ἐν τῷ βίῳ χρησιμεύσασαν αὐτῷ.
ΦΙΛΟΣΟΦΟΣ
Οὐκοῦν καὶ σύ, ὦ Μένιππε, ἀπόθου τὴν ἐλευθερίαν καὶ παρρησίαν καὶ τὸ ἄλυπον καὶ τὸ γενναῖον καὶ τὸν γέλωτα· μόνος γοῦν τῶν ἄλλων γελᾷς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme