Thesauros Literature satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

5–2

Διογένης
ἀλλʼ, ὦ βέλτιστε Ἀμφιτρυωνιάδη, καλῶς ἂν ταῦτα ἔλεγες, εἰ σῶμα ἦσθα, νῦν δὲ ἀσώματον εἴδωλον εἶ· ὥστε κινδυνεύεις τριπλοῦν ἤδη ποιῆσαι τὸν Ἡρακλέα.
Ἡρακλῆς
πῶς τριπλοῦν;
Διογένης
ὧδέ πως· εἰ γὰρ ὁ μέν τις ἐν οὐρανῷ, ὁ δὲ παρʼ ἡμῖν σὺ τὸ εἴδωλον, τὸ δὲ σῶμα ἐλύθη κόνις ἤδη γενόμενον, τρία ταῦτα δὴ γίγνεται. καὶ σκόπει, ὅντινα δὴ πατέρα τὸν τρίτον ἐπινοήσεις τῷ σώματι.
Ἡρακλῆς
θρασὺς εἶ καὶ σοφιστής· τίς δὲ καὶ ὢν τυγχάνεις;
Διογένης
Διογένους τοῦ Σινωπέως εἴδωλον, αὐτὸς δὲ οὐ μὰ Δία μετʼ ἀθανάτοισι θεοῖσιν, ἀλλὰ τοῖς βελτίστοις νεκρῶν ἀνδρῶν συνὼν Ὁμήρου καὶ τῆς τοσαύτης ψυχρολογίας καταγελῶ. 5
 
Μένιππος καὶ Τάνταλος.
Μένιππος
τί κλάεις, ὦ Τάνταλε; ἢ τί σεαυτὸν ὀδύρῃ ἐπὶ τῇ λίμνῃ ἑστώς;
Τάνταλος
ὅτι, ὦ Μένιππε, ἀπόλωλα ὑπὸ τοῦ δίψους.
Μένιππος
οὕτως ἀργὸς εἶ, ὡς μὴ ἐπικύψας πιεῖν ἢ καὶ νη Δίʼ αρυσάμενος κοίλῃ τῇ χειρί;
Τάνταλος
οὐδὲν ὄφελος, εἰ ἐπικύψαιμι· φεύγει γὰρ τὸ ὕδωρ, ἐπειδὰν προσιόντα αἴσθηταί με· ἢν δέ ποτε καὶ ἀρύσωμαι καὶ προσενέγκω τῷ στόματι, οὐ φθάνω βρέξας ἄκρον τὸ χεῖλος, καὶ διὰ τῶν δακτύλων διαρρυὲν οὐκ οἶδʼ ὅπως αὖθις ἀπολείπει ξηρὰν τὴν χεῖρά μοι.
Μένιππος
τεράστιόν τι πάσχεις, ὦ Τάνταλε. ἀτὰρ εἰπέ μοι, τί δαὶ καὶ δέῃ τοῦ πιεῖν; οὐ γὰρ σῶμα ἔχεις, ἀλλʼ ἐκεῖνο μὲν ἐν Λυδίᾳ που τέθαπται, ὅπερ καὶ πεινῆν καὶ διψῆν ἐδύνατο, σὺ δὲ ἡ ψυχὴ πῶς ἂν ἔτι ἢ διψῴης ἢ πίνοις; 5
Τάνταλος
τοῦτʼ αὐτὸ ἡ κόλασίς ἐστι, τὸ διψῆν τὴν ψυχὴν ὡς σῶμα οὖσαν.
Μένιππος
ἀλλὰ τοῦτο μὲν οὕτως πιστεύσομεν, ἐπεὶ φὴς κολάζεσθαι τῷ δίψει. τί δʼ οὖν σοι τὸ δεινὸν ἔσται; ἢ δέδιας μὴ ἐνδείᾳ τοῦ ποτοῦ ἀποθάνῃς; οὐχ ὁρῶ γὰρ ἄλλον ᾅδην μετὰ τοῦτον ἢ θάνατον ἐντεῦθεν εἰς ἕτερον τόπον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme