Thesauros Literature satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

1–3

ΚΝΗΜΩΝ
Ἔοικα· οἰμώζω τοιγαροῦν.
 
ΣΙΜΥΛΟΥ ΚΑΙ ΠΟΛΥΣΤΡΑΤΟΥ
ΣΙΜΥΛΟΣ
Ἥκεις ποτέ, ὦ Πολύστρατε, καὶ σὺ παρ' ἡμᾶς ἔτη οἶμαι οὐ πολύ ἀποδέοντα τῶν ἑκατὸν βεβιωκώς;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ὀκτὼ ἐπὶ τοῖς ἐνενήκοντα, ὦ Σιμύλε.
ΣΙΜΥΛΟΣ
Πῶς δαὶ τὰ μετ' ἐμὲ ταῦτα ἐβίως τριάκοντα; ἐγὼ γὰρ ἀμφὶ τὰ ἑβδομήκοντά σου ὄντος ἀπέθανον.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ὑπερήδιστα, εἰ καί σοι παράδοξον τοῦτο δόξει.
ΣΙΜΥΛΟΣ
Παράδοξον, εἰ γέρων τε καὶ ἀσθενὴς ἄτεκνός τε προσέτι ἥδεσθαι τοῖς ἐν τῷ βίῳ ἐδύνασο. 5
ΠΟΛΥΣΤΡΑΤΟΣ
Τὸ μὲν πρῶτον ἅπαντα ἐδυνάμην· ἔτι καὶ παῖδες ὡραῖοι ἦσαν πολλοὶ καὶ γυναῖκες ἁβρόταται καὶ μύρα καὶ οἶνος ἀνθοσμίας καὶ τράπεζα ὑπὲρ τὰς ἐν Σικελίᾳ.
ΣΙΜΥΛΟΣ
Καινὰ ταῦτα· ἐγὼ γάρ σε πάνυ φειδόμενον ἠπιστάμην.
ΠΟΛΥΣΤΡΑΤΟΣ
Ἀλλ' ἐπέρρει μοι, ὦ γενναῖε, παρὰ ἄλλων τὰ ἀγαθά· καὶ ἕωθεν μὲν εὐθὺς ἐπὶ θύρας ἐφοίτων μάλα πολλοί, μετὰ δὲ παντοῖά μοι δῶρα προσήγετο ἁπανταχόθεν τῆς γῆς τὰ κάλλιστα.
ΣΙΜΥΛΟΣ
Ἐτυράννησας, ὦ Πολύστρατε, μετ' ἐμέ;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Οὔκ, ἀλλ’ ἐραστὰς εἶχον μυρίους. 5
ΣΙΜΥΛΟΣ
Ἐγέλασα· ἐραστὰς σὺ τηλικοῦτος ὤν, ὀδόντας τέτταρας ἔχων;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Νὴ Δία, τοὺς ἀρίστους γε τῶν ἐν τῇ πόλει· καὶ γέροντά με καὶ φαλακρόν, ὡς ὁρᾷς, ὄντα καὶ λημῶντα προσέτι καὶ κορυζῶντα ὑπερήδοντο θεραπεύοντες, καὶ μακάριος ἦν αὐτῶν ὅντινα ἂν καὶ μόνον προσέβλεψα.
ΣΙΜΥΛΟΣ
Μῶν καὶ σύ τινα ὥσπερ ὁ Φάων τὴν Ἀφροδίτην ἐκ Χίου διεπόρθμευσας, εἶτά σοι εὐξαμένῳ ἔδωκεν νέον εἶναι καὶ καλὸν ἐξ ὑπαρχῆς καὶ ἀξιέραστον;
ΠΟΛΥΣΤΡΑΤΟΣ
Οὔκ, ἀλλὰ τοιοῦτος ὢν περιπόθητος ἦν.
ΣΙΜΥΛΟΣ
Αἰνίγματα λέγεις. 10
ΠΟΛΥΣΤΡΑΤΟΣ
Καὶ μὴν πρόδηλός γε ὁ ἔρως οὑτοσὶ πολὺς ὢν ὁ περὶ τοὺς ἀτέκνους καὶ πλουσίους γέροντας.
ΣΙΜΥΛΟΣ
Νῦν μανθάνω σου τὸ κάλλος, ὦ θαυμάσιε, ὅτι παρὰ τῆς χρυσῆς Ἀφροδίτης ἦν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme