11–12
ΑΔΕΙΜΑΝΤΟΣ
Οὐδέν, ὦ Λυκῖνε, χαλεπόν, ἀλλά με κενή τις ἔννοια μεταξὺ βαδίζοντα ὑπελθοῦσα παρακοῦσαι ὑμῶν ἐποίησεν ἀτενὲς πρὸς αὐτὴν ἅπαντι τῷ λογισμῷ ἀποβλέποντα.
ΛΥΚΙΝΟΣ
Τίς αὕτη; μὴ γὰρ ὀκνήσῃς εἰπεῖν, εἰ μή τίς ἐστι τῶν πάνυ ἀπορρήτων. καίτοι ἐτελέσθημεν, ὡς οἶσθα, καὶ σιγᾶν σιγᾶν Solanus: σέ γ' ἂν MSS. μεμαθήκαμεν.
ΑΔΕΙΜΑΝΤΟΣ
Ἀλλ' αἰσχύνομαι ἔγωγε εἰπεῖν πρὸς ὑμᾶς. οὕτω γὰρ μειρακιῶδες ὑμῖν δόξει τὸ φρόντισμα.
ΛΥΚΙΝΟΣ
Μῶν ἐρωτικόν τί ἐστιν; οὐδὲ γὰρ οὐδὲ τοῦτο ἀμυήτοις ἡμῖν ἐξαγορεύσεις, ἀλλὰ ὑπὸ λαμπρᾷ τῇ δᾳδὶ καὶ αὐτοῖς τετελεσμένοις.
5
ΑΔΕΙΜΑΝΤΟΣ
Οὐδέν, ὦ θαυμάσιε, τοιοῦτον, ἀλλά τινα πλοῦτον ἐμαυτῷ ἀνεπλαττόμην, ἣν κενὴν μακαρίαν οἱ πολλοὶ πολλοὶ ΓΝΦ: παλαιοὶ other MSS. καλοῦσιν, καί μοι ἐν ἀκμῇ τῆς περιουσίας καὶ τρυφῆς ἐπέστητε.
ΛΥΚΙΝΟΣ
Οὐκοῦν τὸ προχειρότατον τοῦτο, κοινὸς Ἑρμᾶς φασι, καὶ ἐς μέσον κατατίθει φέρων τὸν πλοῦτον.
ἄξιον γὰρ ἀπολαῦσαι τὸ μέρος φίλους ὄντας τῆς Αδειμάντου τρυφῆς.
ΑΔΕΙΜΑΝΤΟΣ
Ἀπελείφθην μὲν ὑμῶν εὐθὺς ἐν τῇ πρώτῃ ἐς τὴν ναῦν ἐπιβάσει, ἐπεὶ σέ, ὦ Λυκῖνε, κατέστησα ἐς τὸ ἀσφαλές. περιμετροῦντος γάρ μου τῆς ἀγκύρας τὸ πάχος οὐκ οἶδ’ ὅπου ὑμεῖς ἀπέστητε.