Thesauros Literature satire Πλοῖον ἢ Εὐχαί

Πλοῖον ἢ Εὐχαί

Πλοῖον ἢ Εὐχαί Lucian of Samosata

9–11

ΤΙΜΟΛΑΟΣ
τοιαῦτα καὶ σφᾶς καταλαβεῖν ἔφασκεν ὁ ναύκληρος ἔτι καὶ νυκτὸς οὔσης καὶ ζόφου ἀκριβοῦς. ἀλλὰ πρὸς τὴν οἰμωγὴν αὐτῶν ἐπικλασθέντας τοὺς θεοὺς πῦρ τε ἀναδεῖξαι ἀπὸ τῆς Λυκίας, ὡς γνωρίσαι τὸν τόπον ἐκεῖνον, καί τινα λαμπρὸν ἀστέρα Διοσκούρων τὸν ἕτερον ἐπικαθίσαι τῷ καρχησίῳ καὶ κατευθῦναι τὴν ναῦν ἐπὶ τὰ λαιὰ ἐς τὸ πέλαγος ἤδη τῷ κρημνῷ προσφερομένην. τοὐντεῦθεν δὲ ἅπαξ τῆς ὀρθῆς ἐκπεσόντας διὰ τοῦ Αἰγαίου πλεύσαντας ἑβδομηκοστῇ ἀπ' Αἰγύπτου ἡμέρᾳ πρὸς ἀντίους τοὺς ἐτησίας πλαγιάζοντας ἐς Πειραιᾶ χθὲς καθορμίσασθαι τοσοῦτον ἀποσυρέντας ἐς τὸ κάτω, οὓς ἔδει τὴν Κρήτην δεξιὰν λαβόντας ὑπὲρ τὴν τὴν Reitz: τὸν MSS. Μαλέαν πλεύσαντας ἤδη εἶναι ἐν Ἰταλίᾳ.
ΛΥΚΙΝΟΣ
Νὴ Δία, θαυμάσιόν τινα φὴς κυβερνήτην τὸν Ἥρωνα ἢ τοῦ Νηρέως ἡλικιώτην, ὃς τοσοῦτον ἀπεσφάλη τῆς ὁδοῦ.
 
ἀλλὰ τί τοῦτο; οὐκ Ἀδείμαντος ἐκεῖνός ἐστι;
ΤΙΜΟΛΑΟΣ
Πάνυ μὲν οὖν, Ἀδείμαντος αὐτός. ἐμβοήσωμεν οὖν. Ἀδείμαντες, σέ φημι τὸν Μυρρινούσιον τὸν Στρομβίχου.
ΛΥΚΙΝΟΣ
Δυεῖν θάτερον, ἢ δυσχεραίνει καθ' ἡμῶν ἢ ἐκκεκώφωται. Ἀδείμαντος γάρ, οὐκ ἄλλος τίς ἐστι. Πάνυ ἤδη σαφῶς ὁρῶ, καὶ θοἰμάτιον αὐτοῦ καὶ τὸ βάδισμα ἐκείνου, καὶ ἐν χρῷ ἡ κουρά. ἐπιτείνωμεν δὲ ὅμως τὸν περίπατον, ὡς καταλάβωμεν αὐτόν.
 
ἢν μὴ τοῦ ἱματίου λαβόμενοι σε ἐπιστρέψωμεν, ὦ Ἀδείμαντε, οὐχ ὑπακούσει ὑπακούσει Jacobitz: ὑπακούσεις MSS. ἡμῖν βοῶσιν, ἀλλὰ καὶ φροντίζοντι ἔοικας ἐπὶ συννοίας τινὸς οὐ μικρὸν οὐδὲ εὐκαταφρόνητον πρᾶγμα, ὡς δοκεῖς, ἀνακυκλῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme