38–39
Σάμιππος
οἱ βάρβαροι προσκυνείτωσαν· ὑμῶν κατὰ τὸν Ἑλλήνων νόμον ἄρξω εἷς στρατηγὸς ὀνομαζόμενος. ἐπὶ τούτοις ἄρα ἐννοεῖτε ὅσας μὲν πόλεις ἐπωνύμους ἐπʼ ἐμαυτοῦ οἰκιῶ, ὅσας δὲ καὶ καθαιρήσω ἑλὼν κατὰ κράτος, αἳ ἂν ὑβρίσωσί τι ἐς τὴν ἀρχήν. ἁπάντων δὲ μάλιστα Κυδίαν τὸν πλούσιον μετελεύσομαι, ὃς ὅμορος ἔτι ὤν μοι ἐξέωσε τοῦ ἀγροῦ ἐπιβαίνων κατʼ ὀλίγον ἐς τὸ εἴσω τῶν ὅρων.
Λυκῖνος
πέπαυσο ἤδη, ὦ Σάμιππε· καιρὸς γὰρ σὲ ἤδη μὲν νενικηκότα τηλικαύτην μάχην ἐν Βαβυλῶνι εὐωχεῖσθαι τὰ ἐπινίκια — ἐκστάδιος γὰρ οἶμαί σοι ἡ ἀρχή — Τιμόλαον δὲ ἐν τῷ μέρει εὔχεσθαι ὅπερ ἂν ἐθέλῃ.
Σάμιππος
τί δʼ οὖν, ὦ Λυκῖνε; οἷά σοι ᾐτῆσθαι δοκῶ;