Thesauros Literature satire Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων Lucian of Samosata

15–16

Λυκῖνος
καὶ μὴν οὐ πάνυ ἀγκύλον ἠρόμην· πολλῶν γὰρ ὄντων φιλοσόφων, οἷον Πλάτωνος και Αριστοτέλους καὶ Ἀντισθένους καὶ τῶν ὑμετέρων προγόνων, τοῦ Χρυσίππου καὶ Ζήνωνος καὶ τῶν ἄλλων, ὅσοι εἰσί, τῷ σὺ πιστεύσας τοὺς μὲν ἄλλους εἴας, ἐξ ἁπάντων δὲ προελόμενος ἅπερ προῄρησαι, ἀξιοῖς κατὰ ταῦτα φιλοσοφεῖν; ἆρα καὶ σὲ ὥσπερ τὸν Χαιρεφῶντα ὁ Πύθιος ἐξέπεμψεν ἐπὶ τὰ Στωϊκῶν ἀρίστους ἐξ ἁπάντων προσειπών; ἔθος γὰρ αὐτῷ ἄλλον ἐπʼ ἄλλο εἶδος φιλοσοφίας προτρέπειν τὴν ἁρμόττουσαν, οἶμαι, ἑκάστῳ εἰδότι.
Ἑρμότιμος
ἀλλʼ οὐδὲν τοιοῦτον, ὦ Λυκῖνε, οὐδὲ ἠρόμην περί γε τούτων τὸν θεόν.
Λυκῖνος
πότερον οὐκ ἄξιον θείας συμβουλίας ἡγούμενος αὐτὸ ἢ ἱκανὸς ᾤου αὐτὸς εἶναι ἑλέσθαι τὸ βέλτιον κατὰ σαυτὸν ἄνευ τοῦ θεοῦ; 5
Ἑρμότιμος
ὤιμην γάρ.
Λυκῖνος
οὐκοῦν καὶ ἡμᾶς διδάσκοις ἂν τοῦτο πρῶτον, ὅπως διαγνωστέον ἡμῖν εὐθὺς ἐν ἀρχῇ, τίς ἡ ἀρίστη φιλοσοφία ἐστὶ καὶ ἡ ἀληθεύουσα, καὶ ἣν ἄν τις ἕλοιτο παρεὶς τὰς ἄλλας.
Ἑρμότιμος
ἐγώ σοι φράσω· ἑώρων τοὺς πλείστους ἐπʼ αὐτὴν ὁρμῶντας, ὥστε εἴκαζον ἀμείνω εἶναι αὐτήν.
Λυκῖνος
πόσῳ τινὶ πλείους τῶν Ἐπικουρείων ἢ Πλατωνικῶν ἢ Περιπατητικῶν; ἠρίθμησας γὰρ αὐτοὺς δηλαδὴ καθάπερ ἐν ταῖς χειροτονίαις.
Ἑρμότιμος
ἀλλʼ οὐκ ἠρίθμησα ἔγωγε, εἴκαζον δέ.
Λυκῖνος
ὡς οὐκ ἐθέλεις διδάξαι με, ἀλλʼ ἐξαπατᾷς, ὃς περὶ τῶν τοιούτων εἰκασμῷ φὴς καὶ πλήθει κρῖναι ἀποκρυπτόμενος λέγειν πρός με τἀληθές. 5

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme