Thesauros Literature satire Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων Lucian of Samosata

13–15

ΛΥΚΙΝΟΣ
Τοσαῦτα γάρ, ὦ Ἑρμότιμε. ὥστε τὴν αὐτὴν ἄγε λαβὼν κἀμέ—δίκαιον γάρ. καὶ πρῶτόν γέ μοι τοῦτο εἰπέ· δίδοτε ἀντιλέγειν τοῖς μανθάνουσιν ἤν τι μὴ ὀρθῶς λέγεσθαι δοκῇ αὐτοῖς, ἢ οὐκ ἐφίετε τοῦτο τοῖς νεωτέροις; 5
ΕΡΜΟΤΙΜΟΣ
Οὐ πάνυ. σὺ δέ, ἤν τι βούλῃ, ἐρώτα μεταξὺ καὶ ἀντίλεγε. ῥᾷον γὰρ ἂν οὕτω μάθοις.
ΛΥΚΙΝΟΣ
Εὖ γε—νὴ τὸν Ἑρμῆν, ὦ Ἑρμότιμε, αὐτόν οὗ ἐπώνυμος ὢν τυγχάνεις.
 
ἀτὰρ εἰπέ μοι, μία τις ὁδός ἐστιν ἡ ἐπὶ φιλοσοφίαν ἄγουσα ἡ τῶν Στωϊκῶν ὑμῶν; ἢ ἀληθῆ ἐγὼ ἤκουον ὡς καὶ ἄλλοι πολλοί τινές εἰσιν;
ΕΡΜΟΤΙΜΟΣ
Μάλα πολλοί—Περιπατητικοὶ καὶ Ἐπικούρειοι καὶ οἱ τὸν Πλάτωνα ἐπιγραφόμενοι, καὶ αὖ Διογένους ἄλλοι τινὲς καὶ Ἀντισθένους ζηλωταὶ καὶ οἱ ἀπὸ τοῦ Πυθαγόρου καὶ ἔτι πλείους.
ΛΥΚΙΝΟΣ
Ἀληθῆ ταῦτα· πολλοὶ γάρ εἰσι. πότερον δή, ὦ Ἑρμότιμε, τὰ αὐτὰ οὗτοι λέγουσιν ἢ διάφορα;
ΕΡΜΟΤΙΜΟΣ
Καὶ πάνυ διάφορα.
ΛΥΚΙΝΟΣ
Τὸ δέ γε ἀληθὲς οἶμαι πάντως που ἓν ἦν αὐτῶν ἀλλ’ οὐ πάντα διάφορά γε ὄντα. 5
ΕΡΜΟΤΙΜΟΣ
Πάνυ μὲν οὖν.
ΛΥΚΙΝΟΣ
Ἴθι δή, ὦ φιλότης, ἀπόκριναί μοι· τῷ τότε πιστεύσας τὸ πρῶτον ὁπότε ᾔεις φιλοσοφήσων πολλῶν σοι θυρῶν ἀναπεπταμένων παρεὶς σὺ τὰς ἄλλας εἰς τὴν τῶν Στωϊκῶν ἧκες καὶ δι’ ἐκείνης ἠξίους ἐπὶ τὴν ἀρετὴν εἰσιέναι ὡς δὴ μόνης ἀληθοῦς οὔσης καὶ τὴν εὐθεῖαν ἐπιδεικνυούσης, τῶν δ’ ἄλλων εἰς τυφλὰ καὶ ἀνέξοδα φερουσῶν; τίνι ταῦτ' ἐτεκμαίρου τότε; καὶ μή μοι τὸν νῦν δὴ τοῦτον σεαυτὸν ἐννόει, τὸν εἴτε ἡμίσοφον εἴτε σοφὸν ἤδη τὰ βελτίω κρίνειν ὑπὲρ τοὺς πολλοὺς ἡμᾶς δυνάμενον, ἀλλὰ οὕτως ἀπόκριναι ὁποῖος τότε ἦσθα ἰδιώτης καὶ κατὰ τὸν νῦν ἐμέ.
ΕΡΜΟΤΙΜΟΣ
Οὐ συνίημι ὅ τι σοι τοῦτο βούλεται, ὦ Λυκῖνε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme