Thesauros Literature satire Σκύθης ἢ Πρόξενος

Σκύθης ἢ Πρόξενος

Σκύθης ἢ Πρόξενος Lucian of Samosata
6 Μὴ τοίνυν μέλλωμεν, ἔφη, ὦ Τόξαρι, ὁ Ἀνάχαρσις, ἀλλά με λαβὼν ἄγε παρ' αὐτόν. ἀτὰρ ἐκεῖνο δέδια, μὴ δυσπρόσοδος καὶ ἐν παρέργῳ θῆταί σου τὴν ἔντευξιν τὴν ὑπὲρ ἡμῶν. Εὐφήμει, ἦ δ’ ὅς, ἐκείνῳ τὰ μέγιστα χαριεῖσθαί μοι δοκῶ ἀφορμὴν παρασχὼν τῆς ἐς ξένον ἄνδρα εὐποιίας. ἕπου μόνον· εἴσῃ γὰρ ὅση πρὸς τὸν Ξένιον ἡ αἰδὼς καὶ ἡ ἄλλη ἐπιείκεια καὶ χρηστότης. μᾶλλον δὲ κατὰ δαίμονα οὗτος αὐτὸς ἡμῖν πρόσεισιν, ὁ ἐπὶ συννοίας, ὁ λαλῶν ἑαυτῷ. καὶ ἅμα προσειπὼν τὸν Σόλωνα, Τοῦτό σοι, ἔφη, δῶρον μέγιστον ἥκω ἄγων, ξένον ἄνδρα φιλίας δεόμενον.
7 Σκύθης δέ ἐστι τῶν παρ' ἡμῖν εὐπατριδῶν, καὶ ὅμως τἀκεῖ πάντα ἀφεὶς ἥκει συνεσόμενος ὑμῖν καὶ τὰ κάλλιστα ὀψόμενος τῆς Ἑλλάδος, κἀγὼ ἐπίτομόν τινα ταύτην ἐξεῦρον αὐτῷ, ὅπως ῥᾷστα καὶ αὐτὸς μάθοι πάντα καὶ γνώριμος γένοιτο τοῖς ἀρίστοις· τοῦτο δ’ ἦν σοὶ προσαγαγεῖν αὐτόν. εἰ τοίνυν ἐγὼ Σόλωνα οἶδα, οὕτω ποιήσεις καὶ προξενήσεις αὐτοῦ καὶ πολίτην γνήσιον ἀποφανεῖς τῆς Ἑλλάδος. καὶ ὅπερ σοι ἔφην μικρὸν ἔμπροσθεν, ὦ Ἀνάχαρσι, πάντα ἑώρακας ἤδη Σόλωνα ἰδών· τοῦτο αἱ Ἀθῆναι, τοῦτο ἡ Ἑλλάς· οὐκέτι ξένος σύ γε, πάντες σύ γε, πάντες Fritzsche: σύμπαντές MSS. σε ἴσασι, πάντες σε φιλοῦσι. τηλικοῦτόν ἐστι τὸ κατὰ τὸν πρεσβύτην τοῦτον. ἁπάντων ἐπιλήσῃ τῶν ἐν Σκυθίᾳ συνὼν αὐτῷ. ἔχεις τῆς ἀποδημίας τὰ ἆθλα, τοῦ ἔρωτος τὸ τέλος. οὗτός σοι ὁ Ἑλληνικὸς κανών, τοῦτο δεῖγμα τῆς φιλοσοφίας τῆς Ἀττικῆς. οὕτω τοίνυν γίγνωσκε ὡς εὐδαιμονέστατος ὤν, ὃς συνέσῃ Σόλωνι καὶ φίλῳ χρήσῃ αὐτῷ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme