Thesauros Literature satire Διάλογος πρὸς Ἡσίοδον

Διάλογος πρὸς Ἡσίοδον

Διάλογος πρὸς Ἡσίοδον Lucian of Samosata

2–4

Λυκῖνος
ὥστε ἀνάγκη σοι τῶν τριῶν τούτων αἰτιῶν μιᾷ γε πάντως ἐνέχεσθαι· ἢ γὰρ ἐψεύσω, εἰ καὶ πικρὸν εἰπεῖν, ὡς ὑποσχομένων σοι τῶν Μουσῶν καὶ τὰ μέλλοντα προλέγειν δύνασθαι· ἢ αἱ μὲν ἔδοσαν ὥσπερ ὑπέσχοντο, σὺ δὲ ὑπὸ φθόνου ἀποκρύπτεις καὶ ὑπὸ κόλπου φυλάττεις τὴν δωρεὰν οὐ μεταδιδοὺς αὐτῆς τοῖς δεομένοις· ἢ γέγραπται μέν σοι καὶ τοιαῦτα πολλά, οὐδέπω δὲ αὐτὰ τῷ βίῳ παραδέδωκας οὐκ οἶδα εἰς ὃν καιρόν τινα ἄλλον ταμιευόμενος τὴν χρῆσιν αὐτῶν ἐκεῖνο μὲν γὰρ οὐδὲ τολμήσαιμʼ ἂν εἰπεῖν, ὡς αἱ Μοῦσαι δύο σοι παρέξειν ὑποσχόμεναι τὸ μὲν ἔδοσαν, ἐξ ἡμισείας δὲ ἀνεκαλέσαντο τὴν ὑπόσχεσιν, λέγω δὲ τὴν τῶν μελλόντων γνῶσιν, καὶ ταῦτα προτέραν αὐτὴν ἐν τῷ ἔπει ὑπεσχημέναι.
 
ταῦτα οὖν παρὰ τἰνος ἄλλου, Ἡσίοδε, ἢ παρʼ αὐτοῦ σοῦ μάθοι τις ἄν; πρέποι γὰρ ἄν, ὥσπερ οἱ θεοὶ δωτῆρες ἐάων εἰσίν, οὕτω δὲ καὶ ὑμῖν τοῖς φίλοις καὶ μαθηταῖς αὐτῶν μετὰ πάσης ἀληθείας ἐξηγεῖσθαι περὶ ὧν ἴστε καὶ λύειν ἡμῖν τὰς ἀπορίας.
Ἡσίοδος
ἐνῆν μέν μοι, ὦ βέλτιστε, ῥᾳδίαν ἀπόκρισιν ἀποκρίνασθαί σοι περὶ ἁπάντων, ὅτι μηδέν ἐστι τῶν ἐρραψῳδημένων ὑπʼ ἐμοῦ ἴδιον ἐμόν, ἀλλὰ τῶν Μουσῶν, καὶ ἐχρῆν σε παρʼ ἐκείνων τοὺς λογισμοὺς τῶν τε εἰρημένων καὶ τῶν παραλελειμμένων ἀπαιτεῖν· ἐγὼ δὲ ὑπὲρ μὲν ὧν ἰδίᾳ ἠπιστάμην, λέγω δὲ τοῦ νέμειν καὶ ποιμαίνειν καὶ ἐξελαύνειν καὶ βδάλλειν καὶ τῶν ἄλλων ὅσα ποιμένων ἔργα καὶ μαθήματα, δίκαιος ἂν εἴην ἀπολογεῖσθαι, αἱ θεαὶ δὲ τὰς αὐτῶν δωρεὰς οἷς τε ἂν ἐθέλωσι καὶ ἐφʼ ὅσον ἂν οἴωνται καλῶς ἔχειν, μεταδιδόασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme