15
χάριν δὲ ὁμολογῶ τοῖς θεοῖς, ὅτι μοι τὸ σφάλμα εἰς ἄλλο μακρῷ αἰσιώτερον περιετράπη καὶ εἰς τὸ ἄμεινον παρώλισθον, καὶ τάχα τῆς Ὑγιείας ἢ Ἀσκληπιοῦ αὐτοῦ ἐπιπνοίᾳ τοῦτʼ ἐπράχθη διʼ ἐμοῦ σοι τὸ ὑγιαίνειν ὑπισχνουμένου· ἐπεὶ ἔγωγε πῶς ἂν αὐτὸ ἔπαθον ἄνευ θεοῦ μηδέπω πρότερον ἐν τῷ μακρῷ βίῳ ταραχθεὶς ὅμοιον;
16
εἰ δὲ δεῖ καὶ ἀνθρωπίνην τινὰ ὑπὲρ τοῦ γεγονότος ἀπολογίαν εἰπεῖν, οὐδὲν ξένον, εἰ πάνυ ἐσπουδακὼς ἐπὶ τοῖς ἀρίστοις ὑπὸ σοῦ γνωρίζεσθαι ἐκ τῆς ἄγαν ἐπιθυμίας εἰς τοὐναντίον διαταραχθεὶς ἐνέπεσον. τάχα δʼ ἄν τινα ἐκπλήξειε τῆς κατʼ ὀρθὸν λογισμὸν καὶ στρατιωτῶν πλῆθος, ὧν οἱ μὲν προωθοῦντες, οἱ δὲ ἐν τῇ τάξει τῆς προσαγορεύσεως μὴ μένοντες.
17
σὺ δʼ εὖ οἶδʼ ὅτι κἂν οἱ ἄλλοι εἰς ἄνοιαν ἢ ἀπαιδευσίαν ἢ παραφροσύνην ἀναφέρωσι τὸ πρᾶγμα, αἰδοῦς αὐτὸ σύμβολον καὶ ἀφελείας ἐποιήσω καὶ ψυχῆς μηδὲν ἀγοραῖον καὶ ἔντεχνον ἐχούσης· ὡς τό γε πάνυ θαρραλέον ἐν τοῖς τοιούτοις οὐ πόρρω θρασύτητος καὶ ἀναισχυντίας ἐστί. καὶ ἔμοιγε εἴη μηδὲν μὲν τοιοῦτο σφάλλεσθαι, εἰ δὲ συμβαίη, πρὸς εὐφημίαν αὐτὸ τρέπεσθαι.