Thesauros Literature satire Ζεύξις ἢ Ἀντίοχος

Ζεύξις ἢ Ἀντίοχος

Ζεύξις ἢ Ἀντίοχος Lucian of Samosata
5 Τὰ μὲν οὖν ἄλλα τῆς γραφῆς, ἐφ' ὅσα τοῖς ἰδιώταις ἡμῖν οὐ πάντη ἐμφανῆ ὄντα τὴν ὅλην ἔχει ὅμως δύναμιν τῆς τέχνης—οἷον τὸ ἀποτεῖναι τὰς γραμμὰς ἐς τὸ εὐθύτατον καὶ τῶν χρωμάτων ἀκριβῆ τὴν κρᾶσιν καὶ εὔκαιρον τὴν ἐπιβολὴν ποιήσασθαι καὶ σκιάσαι ἐς δέον καὶ τοῦ μεγέθους τὸν λόγον καὶ τὴν τῶν μερῶν πρὸς τὸ ὅλον ἰσότητα καὶ ἁρμονίαν—γραφέων παῖδες ἐπαινούντων, οἷς ἔργον εἰδέναι τὰ τοιαῦτα. ἐγὼ δὲ τοῦ Ζεύξιδος ἐκεῖνο μάλιστα ἐπῄνεσα, ὅτι ἐν μιᾷ καὶ τῇ αὐτῇ ὑποθέσει ποικίλως τὸ περιττὸν ἐπεδείξατο τῆς τέχνης, τὸν μὲν ἄνδρα ποιήσας πάντη φοβερὸν καὶ κομιδῇ ἄγριον, σοβαρὸν τῇ χαίτῃ, λάσιον τὰ πολλὰ οὐ κατὰ τὸν ἵππον αὐτοῦ μόνον, ἀλλὰ καὶ κατὰ στέρνον τοῦ ἀνθρώπου καὶ ὤμους ἐπὶ πλεῖστον, So Rothstein: ἀλλὰ καὶ καθ' ἕτερον τοῦ ἀνθρώπου καὶ ἐξάρας αὐτοῦ τοὺς ὠμοὺς ἐπὶ πλεῖστον MSS.: ἵππον σοβαρὸν ἄγριον κομιδῇ λάσιον τῇ χαίτῃ στέρνον τε καὶ ὤμους Bodl. τὸ βλέμμα, καίτοι γελῶντος, θηριῶδες ὅλον ὄρειόν τι καὶ ἀνήμερον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme