Thesauros Literature satire Ἡρόδοτος ἢ Ἀετίων

Ἡρόδοτος ἢ Ἀετίων

Ἡρόδοτος ἢ Ἀετίων Lucian of Samosata
1 Ἡροδότου εἴθε μὲν καὶ τὰ ἄλλα μιμήσασθαι δυνατὸν ἦν. οὐ πάντα φημὶ ὅσα προσῆν αὐτῷ (μεῖζον γὰρ εὐχῆς τοῦτό γε) ἀλλὰ κἂν ἓν ἐκ τῶν ἁπάντων—οἷον ἢ κάλλος τῶν λόγων ἢ ἁρμονίαν αὐτῶν ἢ τὸ οἰκεῖον τῇ Ἰωνίᾳ καὶ προσφυὲς ἢ τῆς γνώμης τὸ περιττὸν ἢ ὅσα μυρία καλὰ ἐκεῖνος ἅμα πάντα συλλαβὼν ἔχει πέρα τῆς εἰς μίμησιν ἐλπίδος. ἃ δὲ ἐποίησεν ἐπὶ τοῖς συγγράμμασιν καὶ ὡς πολλοῦ ἄξιος τοῖς Ἕλλησιν ἅπασιν ἐν βραχεῖ κατέστη, So Burmeister: ὡς πολλαχῶς τοῖς Ἕλ. . . . κατέστη Γ-1: γνώριμος in marg. after βραχεῖ Γ-2: ὡς πολλαχῶς τοῖς Ἕλ. ἐν βραχεῖ κατέστη Ν. καὶ ἐγὼ καὶ σὺ καὶ ἄλλος ἂν μιμησαίμεθα.
1 / 6 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme